{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 135-4-141","citation":"Flavius Josephus, Jewish Antiquities 135-4-141","ref":"135-4","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:135-4-141","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/135-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/135-4","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/135-4.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":271,"text":"φθάσας γὰρ ὁ Ἔζδρας εἰπεῖν τῷ βασιλεῖ, ὅτι διασώσει αὐτοὺς ὁ θεός, οὐ κατηξίωσεν ἱππεῖς αὐτὸν αἰτῆσαι τοὺς προπέμψοντας. ποιησάμενοι δὲ τὰς εὐχάς, ἄραντες ἀπὸ τοῦ Εὐφράτου δωδεκάτῃ τοῦ πρώτου μηνὸς τοῦ ἑβδόμου ἔτους τῆς Ξέρξου βασιλείας παρεγένοντο εἰς Ἱεροσόλυμα μηνὶ πέμπτῳ τοῦ αὐτοῦ ἔτους. καὶ παραχρῆμα τοῖς γαζοφύλαξιν ὁ Ἔζδρας οὖσιν ἐκ τοῦ τῶν ἱερέων γένους παρέστησεν τὰ ἱερὰ χρήματα, ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα, σκεύη ἀργυρᾶ ταλάντων ἑκατόν, καὶ χρύσεα σκεύη ταλάντων εἴκοσι, καὶ χαλκᾶ σκεύη χρυσοῦ κρείττονα σταθμὸν ἔχοντα ταλάντων δώδεκα· ταῦτα γὰρ ἐδωρήσατο ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ πάντες οἱ ἐν Βαβυλῶνι μένοντες Ἰσραηλῖται. παραδοὺς δὲ ταῦτα τοῖς ἱερεῦσιν ὁ Ἔζδρας ἀπέδωκε τῷ θεῷ τὰς ἐκ τῶν ὁλοκαυτώσεων νενομισμένας γίνεσθαι θυσίας, ταύρους δώδεκα ὑπὲρ κοινῆς τοῦ λαοῦ σωτηρίας, κριοὺς ἐνενήκοντα, ἄρνας ἑβδομηκονταδύο, ἐρίφους εἰς παραίτησιν τῶν ἡμαρτημένων δεκαδύο. τοῖς δὲ τοῦ βασιλέως οἰκονόμοις καὶ τοῖς ἐπάρχοις τῆς κοίλης Συρίας καὶ Φοινίκης τὰ γράμματα τοῦ βασιλέως ἀπέδωκεν. οἱ δὲ τὸ προσταχθὲν ὑπʼ αὐτοῦ ποιεῖν ἀνάγκην ἔχοντες ἐτίμησάν τε τὸ ἔθνος καὶ πρὸς πᾶσαν αὐτῷ χρείαν συνήργησαν. Ταῦτα μὲν οὖν καὶ αὐτὸς ἐβουλεύσατο Ἔσδρας, προεχώρησεν δʼ αὐτῷ κρίναντος αὐτὸν ἄξιον οἶμαι τοῦ θεοῦ τῶν βουληθέντων διὰ χρηστότητα καὶ δικαιοσύνην. χρόνῳ δὲ ὕστερον προσελθόντων αὐτῷ τινων κατηγορούντων, ὥς τινες τοῦ πλήθους καὶ τῶν ἱερέων καὶ Λευιτῶν παραβεβήκασι τὴν πολιτείαν καὶ λελύκασιν τοὺς πατρίους νόμους ἀλλοεθνεῖς ἠγμένοι γυναῖκας καὶ τὸ ἱερατικὸν γένος συγκεχύκασιν, δεομένων τε βοηθῆσαι τοῖς νόμοις, μὴ κοινὴν ἐπὶ πάντας ὀργὴν λαβὼν πάλιν αὐτοὺς εἰς συμφορὰς ἐμβάλῃ, διέρρηξε μὲν εὐθὺς ὑπὸ λύπης τὴν ἐσθῆτα καὶ τὴν κεφαλὴν ἐσπάρασσεν καὶ τὰ γένεια ὑβρίζων ἐπὶ τὴν γῆν τε ἑαυτὸν ἔρριψεν ἐπὶ τῷ τὴν αἰτίαν ταύτην λαβεῖν τοὺς πρώτους τοῦ λαοῦ.","prev":{"citation":"Jewish Antiquities 134-3","label":"Τάδε ἔνεστιν ἐν τῇ ἑνδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/134-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/134-3"},"next":{"citation":"Jewish Antiquities 142-4-148","label":"142 to 148","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/142-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/142-4"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}