{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 138-4-144","citation":"Flavius Josephus, Jewish Antiquities 138-4-144","ref":"138-4","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:138-4-144","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/138-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/138-4","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/138-4.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":284,"text":"βλέποντες δὲ τοὺς Ἀντιοχεῖς κρατοῦντας οἱ Ἰουδαῖοι ἐπὶ τὰς στέγας τῶν βασιλείων ἀναβάντες ἐκεῖθεν ἔβαλλον τοὺς Ἀντιοχεῖς, καὶ τοῦ μὲν αὐτοί τι πάσχειν ὑπʼ αὐτῶν ὄντες πορρωτάτω διὰ τὸ ὕψος, ποιοῦντες δʼ αὐτοὺς κακῶς διὰ τὸ ἄνωθεν μάχεσθαι τῶν σύνεγγυς αὐτοὺς οἰκιῶν ἀπώσαντο. καὶ ταύταις μὲν εὐθὺς πῦρ ἐνῆκαν, ἡ δὲ φλὸξ ἐφʼ ὅλην διατείνουσα τὴν πόλιν πυκνῶν τῶν οἰκιῶν οὐσῶν καὶ τὰ πλεῖστα ἐκ ξύλων ᾠκοδομημένων πᾶσαν αὐτὴν ἐνέμετο. οἱ δʼ Ἀντιοχεῖς μὴ δυνάμενοι βοηθῆσαι μηδὲ κρατῆσαι τοῦ πυρὸς εἰς φυγὴν ἐτράπησαν. τῶν δὲ Ἰουδαίων ἀπὸ δώματος ἐπὶ δῶμα διαπηδώντων καὶ τοῦτον αὐτοὺς διωκόντων τὸν τρόπον παράδοξον συνέβη γενέσθαι τὴν δίωξιν. ὁ δὲ βασιλεὺς ὁρῶν τοὺς Ἀντιοχεῖς σῶσαι τὰ τέκνα καὶ τὰς γυναῖκας ἐσπουδακότας καὶ διὰ τοῦτο μηκέτι μαχομένους διʼ ἄλλων αὐτοῖς ἐπιτίθεται στενωπῶν, καὶ συμβαλὼν πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, ὡς ἀναγκασθῆναι ῥῖψαι τὰς πανοπλίας καὶ παραδοῦναι αὑτοὺς τῷ Δημητρίῳ. συγγνοὺς δʼ αὐτοῖς τῶν τετολμημένων καταπαύει τὴν στάσιν. δωρησάμενος δὲ τοῖς Ἰουδαίοις τὰς ἐκ τῶν σκύλων ὠφελείας καὶ ὡς αἰτιωτάτοις τῆς νίκης αὐτῷ γεγενημένοις εὐχαριστήσας ἀπέπεμψεν εἰς Ἱεροσόλυμα πρὸς Ἰωνάθην μαρτυρῶν αὐτῷ τῆς συμμαχίας. ὕστερον δὲ πονηρὸς εἰς αὐτὸν ἐγένετο καὶ τὰς ὑποσχέσεις διεψεύσατο καὶ πόλεμον ἠπείλησεν, εἰ μὴ τοὺς φόρους αὐτῷ πάντας ἀποδώσει, οὓς ὤφειλεν τὸ τῶν Ἰουδαίων ἔθνος ἀπὸ τῶν πρώτων βασιλέων. καὶ ταῦτʼ ἐποίησεν ἄν, εἰ μὴ Τρύφων αὐτὸν ἐπέσχεν καὶ τὴν ἐπὶ τὸν Ἰωνάθην αὐτοῦ παρασκευὴν ἀντιμετέσπασεν εἰς τὰς περὶ αὐτοῦ φροντίδας. ὑποστρέψας γὰρ ἐκ τῆς Ἀραβίας εἰς τὴν Συρίαν μετὰ τοῦ παιδὸς Ἀντιόχου, μειράκιον δʼ ἦν οὗτος τὴν ἡλικίαν, περιτίθησιν αὐτῷ τὸ διάδημα. καὶ προσχωρήσαντος τοῦ στρατιωτικοῦ παντός, ὃ καταλελοίπει τὸν Δημήτριον διὰ τὸ μὴ τυγχάνειν μισθῶν, πόλεμον ἐκφέρει πρὸς τὸν Δημήτριον, καὶ συμβαλὼν αὐτῷ κρατεῖ τῇ μάχῃ καὶ τούς τε ἐλέφαντας καὶ τὴν τῶν Ἀντιοχέων πόλιν λαμβάνει.","prev":{"citation":"Jewish Antiquities 131-6-137","label":"131 to 137","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/131-6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/131-6"},"next":{"citation":"Jewish Antiquities 145-150","label":"145 to 150","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/145","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/145"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}