{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 138-5-144","citation":"Flavius Josephus, Jewish Antiquities 138-5-144","ref":"138-5","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:138-5-144","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/138-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/138-5","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/138-5.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":258,"text":"τοῦτο μὲν δὴ τὸ Φασαήλου καὶ Σαλαμψιοῦς ἐστι γένος. Κύπρῳ δʼ ἐξ Ἀντιπάτρου θυγάτηρ γίνεται Κύπρος, καὶ αὐτὴν Ἀλεξᾶς ὁ Ἐλκίας γαμεῖ τοῦ Ἀλεξᾶ, καὶ αὐτῆς θυγάτηρ ἦν Κύπρος. Ἡρώδης δὲ καὶ Ἀλέξανδρος, οὓς ἀδελφοὺς ἔφην Ἀντιπάτρου, ἄτεκνοι τελευτῶσιν. Ἀλεξάνδρῳ δὲ τῷ Ἡρώδου παιδὶ τοῦ βασιλέως τῷ ὑπὸ τοῦ πατρὸς ἀνῃρημένῳ Ἀλέξανδρος καὶ Τιγράνης ἐγεγόνεισαν υἱεῖς ἐκ τῆς Ἀρχελάου τοῦ Καππαδόκων βασιλέως θυγατρός. καὶ Τιγράνης μὲν βασιλεύων Ἀρμενίας κατηγοριῶν αὐτοῦ ἐπὶ Ῥώμης γενομένων ἄπαις τελευτᾷ. Ἀλεξάνδρῳ δὲ Τιγράνης ὁμώνυμος τῷ ἀδελφῷ γίνεται παῖς καὶ βασιλεὺς Ἀρμενίας ὑπὸ Νέρωνος ἐκπέμπεται υἱός τε Ἀλέξανδρος αὐτῷ γίνεται. γαμεῖ δʼ οὗτος Ἀντιόχου τοῦ Κομμαγηνῶν βασιλέως θυγατέρα Ἰωτάπην, ἡσίοδός τε τῆς ἐν Κιλικίᾳ Οὐεσπασιανὸς αὐτὸν ἵσταται βασιλέα. καὶ τὸ μὲν Ἀλεξάνδρου γένος εὐθὺς ἅμα τῷ φυῆναι τὴν θεραπείαν ἐξέλιπεν τῶν Ἰουδαίοις ἐπιχωρίων μεταταξάμενοι πρὸς τὰ Ἕλλησι πάτρια· ταῖς δὲ λοιπαῖς θυγατράσιν Ἡρώδου τοῦ βασιλέως ἀτέκνοις τελευτᾶν συνέπεσεν. τῶν δὲ γενομένων Ἡρώδου ἀπογόνων οὓς κατέλεξα ἔμενον ἐν ᾧ χρόνῳ Ἀγρίππας ὁ μέγας τὴν βασιλείαν παρέλαβεν. τούτων δέ μοι τοῦ γένους προδεδηλωμένων διέξειμι λοιπόν, ὁπόσαι Ἀγρίππᾳ τύχαι συνέλθοιεν, ὥς τε αὐτῶν διάδρασιν ποιησάμενος ἐπὶ μέγιστον ἀξιώματός τε ἅμα προκόψειεν καὶ δυνάμεως. Ἡρώδου τοῦ βασιλέως ὀλίγον πρὸ τῆς τελευτῆς Ἀγρίππας ἐν Ῥώμῃ διαιτώμενος καὶ ὁμοτροφίας καὶ συνηθείας αὐτῷ πολλῆς γενομένης πρὸς Δροῦσον τὸν Τιβερίου τοῦ αὐτοκράτορος υἱὸν καὶ Ἀντωνίᾳ τῇ Δρούσου τοῦ μεγάλου γυναικὶ εἰς φιλίαν ἀφίκετο, Βερενίκης τῆς μητρὸς τιμωμένης παρʼ αὐτῇ καὶ προαγωγῶν ἠξιωκυίας τὸν υἱόν. φύσει δὲ μέγας ὢν ὁ Ἀγρίππας καὶ δωρεῖσθαι πολυτελὴς ζώσης μὲν τῆς μητρὸς οὐκ ἐξέφαινε τῆς ψυχῆς τὸ θέλον διαδιδράσκειν αὐτῆς ἠξιωκὼς τὴν ἐπὶ τοῖς τοιούτοις γενομένην ὀργήν,","prev":{"citation":"Jewish Antiquities 130-5-137","label":"130 to 137","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/130-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/130-5"},"next":{"citation":"Jewish Antiquities 145-2-150","label":"145 to 150","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/145-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/145-2"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}