{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 145-2-150","citation":"Flavius Josephus, Jewish Antiquities 145-2-150","ref":"145-2","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:145-2-150","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/145-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/145-2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/145-2.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":277,"text":"ἐπεὶ δὲ Βερενίκη τελευτᾷ, γενόμενος ἐπὶ τῷ αὐτοῦ τρόπῳ, τὰ μὲν εἰς πολυτέλειαν τῆς καθʼ ἡμέραν διαίτης, τὰ δʼ εἰς τῶν δωρεῶν τὸ μὴ μέτρῳ προϊέμενον ἀνάλωσε τῶν χρημάτων, τὰ πλεῖστα δʼ εἰς τοὺς Καίσαρος ἀπελευθέρους ἐτετέλεστο ἐλπίδι πράξεως τῆς αὐτῶν, πενία τε ἐν ὀλίγῳ περὶ αὐτὸν ἦν. καὶ τοῦτο ἦν κώλυμα τῆς ἐν Ῥώμῃ διαίτης, καὶ ὁ Τιβέριος τοῖς φίλοις τοῦ υἱέος τετελευτηκότος ἀπειπὼν φοιτᾶν εἰς ὄψιν αὐτῷ, διὰ τὸ ἀνερεθίζεσθαι πρὸς τὸ λυπεῖσθαι μνημονεύων τοῦ παιδὸς θεωρίᾳ τῇ ἐκείνων. Διὰ μὲν δὴ ταῦτα ἐπὶ τῆς Ἰουδαίας πλέων ᾤχετο κακοπραγῶν καὶ τεταπεινωμένος ὀλέθρῳ τε ὧν εἶχεν χρημάτων καὶ ἀπορίᾳ τοῦ ἐκτίσοντος τὰ χρέα τοῖς δανεισταῖς πολλοῖς τε οὖσιν καὶ ἀλεωρὰν οὐδʼ ἡντινοῦν ἐνδιδοῦσιν, ὥστε ἀπορίᾳ τῶν ποιητέων καὶ αἰσχύνῃ τῇ ἐπʼ αὐτοῖς ὑποχωρήσας εἴς τινα πύργον ἐν Μαλάθοις τῆς Ἰδουμαίας ἐν περινοίᾳ τοῦ μεταστήσοντος αὑτὸν ἦν. αἰσθάνεται δʼ αὐτοῦ τὴν διάνοιαν Κύπρος ἡ γυνὴ παντοία τε ἦν ἀπείργουσα τῶν ἐπὶ τοιούτοις βουλευμάτων. διαπέμπεται δὲ καὶ ὡς τὴν ἀδελφὴν αὐτοῦ Ἡρωδιάδα Ἡρώδῃ τῷ τετράρχῃ συνοικοῦσαν γράμματα, δηλοῦσα τό τε ἐπὶ τοιούτοις τοῦ Ἀγρίππα προβουλεῦσαν καὶ τὴν ἀνάγκην, ἣ ἐπʼ αὐτὰ ἐξήγαγεν· ἐκέλευέν τε συγγενῆ οὖσαν βοηθεῖν θεωροῦσαν, ὡς αὐτὴ παντοίως ὡς κουφίζοι τὸν ἄνδρα καὶ ταῦτα ἐξ ὁμοίων ἀφορμῶν. οἱ δὲ μεταπέμψαντες αὐτὸν οἰκητήριον ἀπέδειξαν Τιβεριάδα καί τι καὶ ἀργύριον ὥρισαν εἰς τὴν δίαιταν, ἀγορανομίᾳ τε τῆς Τιβεριάδος ἐτίμησαν. οὐ μὴν ἐπὶ πλεῖόν γε Ἡρώδης ἐνέμεινε τοῖς δεδογμένοις, καίτοι γε οὐδʼ ὣς ἀρκοῦντα ἦν· ἐν γὰρ Τύρῳ παρὰ συνουσίαν ὑπὸ οἴνου γενομένων αὐτοῖς λοιδοριῶν, ἀνεκτὸν οὐχ ἡγησάμενος Ἀγρίππας τοῦ Ἡρώδου τε ἐπονειδίσαντος εἰς ἀπορίαν καὶ τροφῆς ἀναγκαίας μετάδοσιν, ὡς Φλάκκον τὸν ὑπατικὸν εἴσεισιν φίλον ἐπὶ Ῥώμης τὰ μάλιστα αὐτῷ γεγονότα πρότερον· Συρίαν δὲ ἐν τῷ τότε διεῖπεν.","prev":{"citation":"Jewish Antiquities 138-5-144","label":"138 to 144","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/138-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/138-5"},"next":{"citation":"Jewish Antiquities 151-9-158","label":"151 to 158","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/151-9","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/151-9"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}