{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 152-4-159","citation":"Flavius Josephus, Jewish Antiquities 152-4-159","ref":"152-4","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:152-4-159","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/152-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/152-4","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/152-4.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":287,"text":"πέμψαντες οὖν πρὸς τὸν Ἰωνάθην φιλίαν τε ὡμολόγουν καὶ συμμαχίαν· οἱ μὲν γὰρ ἄνθρωποι πρὸ πείρας τῶν δεινῶν οὐ συνιᾶσιν τὸ συμφέρον, ἀλλʼ ὅταν ἔν τινι κακῷ γενόμενοι τύχωσιν, τότε γνωσιμαχήσαντες ἃ μηδʼ ὅλως βλαβέντας ἄμεινον ἦν ποιεῖν ταῦθʼ ὕστερον ζημιωθέντες αἱροῦνται. ὁ δὲ συνθέμενος πρὸς αὐτοὺς φιλίαν καὶ λαβὼν ὁμήρους τούτους μὲν ἀπέστειλεν εἰς Ἱεροσόλυμα, αὐτὸς δὲ τὴν χώραν ἅπασαν ἐπῆλθεν ἄχρι Δαμασκοῦ. Τῶν δὲ Δημητρίου στρατηγῶν ἀκουσθέντων αὐτῷ προελθεῖν εἰς Κέδασαν σὺν πολλῇ στρατιᾷ, μεταξὺ δʼ ἐστὶν αὕτη τῆς τε Τυρίων γῆς καὶ τῆς Γαλιλαίας· ἀπάξειν γὰρ αὐτὸν ἐκ τῆς Συρίας ὑπέλαβον ἐπὶ τὴν τῶν Γαλιλαίων συμμαχίαν· τῆς γὰρ Γαλιλαίας ὄντας αὐτοὺς οὐ περιόψεσθαι πολεμουμένους· ὑπήντησεν αὐτοῖς τὸν ἀδελφὸν Σίμωνα καταλιπὼν ἐν τῇ Ἰουδαίᾳ, ὃς στρατὸν ἐκ τῆς χώρας συναγαγὼν ὡς ἐνῆν ἱκανώτατον τὴν Βεθσούραν πολιορκῶν προσεκάθητο χωρίον τῆς Ἰουδαίας ὀχυρώτατον· κατεῖχεν γὰρ αὐτὸ φρουρὰ Δημητρίου. δεδήλωται δʼ ἡμῖν τοῦτο καὶ πρότερον. ὡς δὲ χώματα μὲν ἐγείραντος τοῦ Σίμωνος, μηχανήματα δʼ ἱστάντος καὶ πολλῇ σπουδῇ χρωμένου περὶ τὴν τῆς Βεθσούρου πολιορκίαν ἔδεισαν οἱ φρουροί, μὴ κατὰ κράτος ἐξαιρεθέντος τοῦ χωρίου διαφθαρῶσιν, πέμψαντες πρὸς τὸν Σίμωνα ἠξίουν ὅρκους λαβόντες, ὥστε μηδὲν ὑπʼ αὐτοῦ παθεῖν, καταλιπεῖν τὸ χωρίον καὶ πρὸς Δημήτριον ἀπελθεῖν. ὁ δὲ δοὺς ταύτας αὐτοῖς τὰς πίστεις ἐκβάλλει μὲν ἐκείνους ἐκ τῆς πόλεως, αὐτὸς δὲ φρουρὰν καθίστησιν ἰδίαν. Ἰωνάθης δὲ ἄρας ἐκ τῆς Γαλιλαίας ἀπὸ τῶν ὑδάτων τῶν Γενησάρων λεγομένων, ἐκεῖ γὰρ ἐτύγχανεν ἐστρατοπεδευκώς, εἰς τὸ καλούμενον Ἀσὼρ πεδίον προῆλθεν οὐκ εἰδὼς ὄντας ἐν αὐτῇ τοὺς πολεμίους. μαθόντες δὲ πρὸ μιᾶς ἡμέρας οἱ τοῦ Δημητρίου μέλλειν Ἰωνάθην ἐπʼ αὐτοὺς βαδίζειν ἐνέδραν αὐτῷ καὶ τοὺς λοχήσοντας ἐν τῷ ὄρει καθίσαντες αὐτοὶ μετὰ τῆς στρατιᾶς ἀπήντων εἰς τὸ πεδίον· οὓς ἰδὼν ὁ Ἰωνάθης ἑτοίμους πρὸς μάχην παρεσκευάζετο καὶ αὐτὸς τοὺς ἰδίους στρατιώτας πρὸς τὸν ἀγῶνα, ὡς ἠδύνατο.","prev":{"citation":"Jewish Antiquities 151-4","label":"Τάδε ἔνεστιν ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/151-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/151-4"},"next":{"citation":"Jewish Antiquities 160-2-166","label":"160 to 166","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/160-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/160-2"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}