{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 160-2-166","citation":"Flavius Josephus, Jewish Antiquities 160-2-166","ref":"160-2","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:160-2-166","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/160-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/160-2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/160-2.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":288,"text":"τῶν δὲ εἰς τὴν ἐνέδραν ὑπὸ τῶν Δημητρίου στρατηγῶν κατασταθέντων κατὰ νώτου τοῖς Ἰουδαίοις γενομένων, δείσαντες μὴ μέσοι ληφθέντες ἀπόλωνται, φεύγειν ὥρμησαν. καὶ οἱ μὲν ἄλλοι πάντες τὸν Ἰωνάθην κατέλιπον, ὀλίγοι δέ τινες ὡς περὶ πεντήκοντα τὸν ἀριθμὸν ὑπέμειναν, καὶ Ματθίας ὁ Ἀψαλώμου καὶ Ἰούδας ὁ Χαψέου τῆς ἁπάσης δυνάμεως ἡγεμόνες ὄντες· τολμηρῶς δὲ καὶ μετὰ ἀπογνώσεως εἰς τοὺς πολεμίους ὠσάμενοι τῷ τε θάρσει κατέπληξαν αὐτοὺς καὶ ταῖς χερσὶν ἀπέστρεψαν εἰς φυγήν. οἱ δʼ ἀναχωρήσαντες τῶν Ἰωνάθου στρατιωτῶν ὡς εἶδον τοὺς πολεμίους τραπέντας, ἐπισυλλεγέντες ἐκ τῆς φυγῆς ὥρμησαν αὐτοὺς διώκειν καὶ τοῦτʼ ἐποίησαν μέχρι Κεδάσων, οὗ τὸ στρατόπεδον ἦν τοῖς πολεμίοις. Κρατήσας οὖν Ἰωνάθης τῇ μάχῃ λαμπρῶς καὶ δισχιλίους τῶν ἐχθρῶν ἀποκτείνας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. ὁρῶν οὖν, ὅτι πάντʼ αὐτῷ κατὰ νοῦν προνοίᾳ θεοῦ χωρεῖ, πρὸς Ῥωμαίους πρεσβευτὰς ἀπέστειλεν, ἀνανεώσασθαι βουλόμενος τὴν γενομένην τῷ ἔθνει πρὸς αὐτοὺς ἔμπροσθεν φιλίαν. τοῖς δʼ αὐτοῖς πρεσβευταῖς ἐπέστειλεν ἀπὸ τῆς Ῥώμης ἀναστρέφουσιν πρὸς τοὺς Σπαρτιάτας ἀφικέσθαι καὶ τὴν πρὸς αὐτοὺς ὑπομνῆσαι φιλίαν καὶ συγγένειαν. οἱ δʼ ὡς ἦλθον εἰς τὴν Ῥώμην παρελθόντες εἰς τὴν βουλὴν αὐτῶν καὶ τὰ παρὰ Ἰωνάθου τοῦ ἀρχιερέως εἰπόντες, ὡς πέμψειεν αὐτοὺς ἐπὶ τῇ τῆς συμμαχίας βεβαιώσει, τῆς βουλῆς ἐπικυρωσάσης τὰ πρότερον αὐτῇ περὶ τῆς Ἰουδαίων φιλίας ἐγνωσμένα καὶ δούσης ἐπιστολὰς πρὸς ἅπαντας τοὺς βασιλεῖς τῆς Ἀσίας καὶ Εὐρώπης καὶ τῶν πόλεων ἄρχοντας αὐτοῖς κομίζειν, ὅπως ἀσφαλοῦς τῆς εἰς τὴν οἰκείαν κομιδῆς διʼ αὐτῶν τύχωσιν, ἀναστρέφοντες εἰς τὴν Σπάρτην παρεγένοντο καὶ τὰς ἐπιστολάς, ἃς ἔλαβον παρὰ Ἰωνάθου, αὐτοῖς ἀπέδοσαν. τὸ δʼ ἀντίγραφον ἦν τόδε· ἀρχιερεὺς Ἰωνάθης τοῦ ἔθνους τῶν Ἰουδαίων καὶ ἡ γερουσία καὶ τὸ κοινὸν τῶν ἱερέων Λακεδαιμονίων ἐφόροις καὶ γερουσίᾳ καὶ δήμῳ τοῖς ἀδελφοῖς χαίρειν. εἰ ἐρρωμένοις ὑμῖν καὶ τὰ κοινὰ καὶ τὰ ἴδια χωρεῖ κατὰ νοῦν, οὕτως ἂν ἔχοι ὡς βουλόμεθα, ἐρρώμεθα δὲ καὶ ἡμεῖς.","prev":{"citation":"Jewish Antiquities 152-4-159","label":"152 to 159","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/152-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/152-4"},"next":{"citation":"Jewish Antiquities 167-3-172","label":"167 to 172","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/167-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/167-3"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}