{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 168-4-175","citation":"Flavius Josephus, Jewish Antiquities 168-4-175","ref":"168-4","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:168-4-175","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/168-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/168-4","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/168-4.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":298,"text":"ὁ δὲ Ἰώσηπος διαπέμψας πρὸς τοὺς φίλους εἰς Σαμάρειαν καὶ δανεισάμενος ἀργύριον καὶ τὰ πρὸς τὴν ἀποδημίαν ἑτοιμασάμενος ἐσθῆτάς τε καὶ ἐκπώματα καὶ ὑποζύγια, καὶ ταῦθʼ ὡς περὶ δισμυρίας δραχμὰς παρασκευασάμενος εἰς Ἀλεξάνδρειαν παρεγένετο. ἔτυχεν δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν πάντας ἀναβαίνειν τοὺς ἀπὸ τῶν πόλεων τῶν τῆς Συρίας καὶ Φοινίκης πρώτους καὶ τοὺς ἄρχοντας ἐπὶ τὴν τῶν τελῶν ὠνήν· κατʼ ἔτος δὲ αὐτὰ τοῖς δυνατοῖς τῶν ἐν ἑκάστῃ πόλει ἐπίπρασκεν ὁ βασιλεύς. ὁρῶντες οὖν οὗτοι κατὰ τὴν ὁδὸν τὸν Ἰώσηπον ἐχλεύαζον ἐπὶ πενίᾳ καὶ λιτότητι. ὡς δʼ εἰς τὴν Ἀλεξάνδρειαν ἀφικόμενος ἐν Μέμφει τὸν Πτολεμαῖον ἤκουσεν ὄντα, ὑπαντησάμενος συνέβαλεν αὐτῷ. καθεζομένου δὲ τοῦ βασιλέως ἐπʼ ὀχήματος μετὰ τῆς γυναικὸς καὶ μετὰ Ἀθηνίωνος φίλου, οὗτος δʼ ἦν ὁ πρεσβεύσας εἰς Ἱεροσόλυμα καὶ παρὰ Ἰωσήπῳ ξενισθείς, θεασάμενος αὐτὸν ὁ Ἀθηνίων εὐθὺς ἐποίει τῷ βασιλεῖ γνώριμον, τοῦτον εἶναι λέγων, περὶ οὗ παραγενόμενος ἐξ Ἱεροσολύμων ἀπήγγειλεν, ὡς ἀγαθός τε εἴη καὶ φιλότιμος νεανίσκος. ὁ δὲ Πτολεμαῖος πρῶτός τε αὐτὸν ἠσπάσατο καὶ δὴ ἀναβῆναι ἐπὶ τὸ ὄχημα παρεκάλεσεν καὶ καθεσθέντος ἤρξατο περὶ τῶν Ὀνίᾳ πραττομένων ἐγκαλεῖν. ὁ δέ συγγίνωσκε, φησίν, αὐτῷ διὰ τὸ γῆρας· οὐ γὰρ λανθάνει σε πάντως, ὅτι καὶ τοὺς πρεσβύτας καὶ τὰ νήπια τὴν αὐτὴν διάνοιαν ἔχειν συμβέβηκεν. παρὰ δʼ ἡμῶν ἔσται σοι τῶν νέων ἅπαντα, ὥστε μηδὲν αἰτιᾶσθαι. ἡσθεὶς δʼ ἐπὶ τῇ χάριτι καὶ τῇ εὐτραπελίᾳ τοῦ νεανίσκου μᾶλλον αὐτὸν ὡς ἤδη καὶ πεπειραμένος ἀγαπᾶν ἤρξατο, ὡς ἔν τε τοῖς βασιλείοις αὐτὸν κελεῦσαι διαιτᾶσθαι καὶ καθʼ ἡμέραν ἐπὶ τῆς ἑστιάσεως τῆς ἰδίας ἔχειν. γενομένου δʼ ἐν Ἀλεξανδρείᾳ τοῦ βασιλέως ἰδόντες οἱ πρῶτοι τῆς Συρίας συγκαθεζόμενον αὐτῷ τὸν Ἰώσηπον ἀηδῶς ἔφερον. Ἐνστάσης δὲ τῆς ἡμέρας, καθʼ ἣν ἔμελλεν τὰ τέλη πιπράσκεσθαι τῶν πόλεων, ἠγόραζον οἱ τοῖς ἀξιώμασιν ἐν ταῖς πατρίσιν διαφέροντες. εἰς ὀκτακισχίλια δὲ τάλαντα συναθροιζομένων τῶν τῆς κοίλης Συρίας τελῶν καὶ τῆς Φοινίκης καὶ Ἰουδαίας σὺν τῇ Σαμαρείᾳ,","prev":{"citation":"Jewish Antiquities 167-2","label":"Τάδε ἔνεστιν ἐν τῇ δωδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/167-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/167-2"},"next":{"citation":"Jewish Antiquities 176-4-183","label":"176 to 183","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/176-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/176-4"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}