{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 176-5-183","citation":"Flavius Josephus, Jewish Antiquities 176-5-183","ref":"176-5","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:176-5-183","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/176-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/176-5","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/176-5.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":263,"text":"τυραννίδι γὰρ οὐ κερδαίνεται τὸ ἡδὺ οὐδὲ μεθʼ ὕβρεως ἀποχρῆται, οὐκ εἰς τὰ χρήματα λελυπῆσθαι καὶ γαμετάς, ἀλλὰ τὸ πᾶν κέρδος ἐκ τοῦ πανοικεσίᾳ διοχλουμένου τῶν ἐχθρῶν. ἐχθρὸν δὲ τυραννίδι πᾶν τὸ ἐλεύθερον, εἰς εὔνοιάν τε ἐκκαλεῖσθαι αὐτὴν καὶ τοῖς ἐν ὀλίγῳ τιθεμένοις ὁπόσα πεπόνθοιεν οὐκ ἔστιν. ἐξεπιστάμενοι γὰρ ὧν ἀναπλήσειαν κακῶν ἔστιν οὓς κἀκεῖνοι μεγαλοφρόνως καταφρονημάτων τε πρὸς τὴν τύχην, αὐτοὶ λανθάνειν αὐτοὺς ὧν πράξειαν μὴ δυνάμενοι μόνως πιστεύουσιν κτήσεσθαι τοῦ ὑπόπτου τὸ ἀδεές, εἰ παντελὲς αἱρεῖσθαι δυνηθεῖεν αὐτούς. τοιούτων δὴ κακῶν ἀπογεγονότες καὶ ὑποτελεῖς ἀλλήλοις καταστάντες, αἵπερ πολιτειῶν ἐχεγγυώταται πρός τε τὸ παρὸν εὔνουν καὶ τὸ αὖθις ἀνεπιβούλευτον καὶ τὸ δόξαν οἰκείαν τῷ ὀρθουμένῳ τῆς πόλεως δικαιοί τε προνοῆσαι διὰ τὸ εἰς κοινὸν αὐτοῦ τὴν ὠφέλειαν ἀπαντᾶν καὶ ἀνταποφήνασθαι γνώμην, οἷς μὴ ἀρέσκοιτο τὰ προεισηγημένα, οὐδαμῶς εἰς κίνδυνον φέρον, διὰ τὸ μὴ δεσπότην εἶναι τὸν ἐφεστηκότα, ᾧ ἀνεύθυνόν τε βλάπτοντι τὴν πόλιν καὶ αὐτοκράτορι μεταστήσασθαι τοὺς εἰρηκότας. καὶ τέτροφε τὴν τυραννίδα οὐδὲν νεώτερον πλὴν ἥ τε ἀργία καὶ τὸ πρὸς οὐδὲν τῶν ἐκείνῃ θελομένων ἀντιλογίᾳ χρώμενον· τῆς γὰρ εἰρήνης τοῦ τερπνοῦ ἡσσώμενοι καὶ μεμαθηκότες ἀνδραπόδων ἐν τρόπῳ ζῆν ὁπόσοι τε ἐπαΐομεν συμφορὰς ἀνηκέστους κακοῖς τε τοῖς πέλας ἐπείδομεν φόβῳ τοῦ μετʼ ἀρετῆς τελευτᾶν μετὰ αἰσχύνης τῆς ὑστάτης ὑπομένοντες τὰς τελευτάς. πρῶτον δὲ τοῖς ἀραμένοις τὸν τύραννον τιμὰς αἵτινες μέγισται ταύτας εἰσενεγκεῖν, μάλιστα δὲ Χαιρέᾳ τῷ Κασσίῳ· σὺν γὰρ τοῖς θεοῖς εἷς ἀνὴρ οὗτος ποριστὴς ἡμῖν καὶ γνώμῃ καὶ χερσὶ τῆς ἐλευθερίας πέφηνεν. οὗ καλὸν μὴ ἀμνημονεῖν, ἀλλʼ ἐπὶ τῆς τυραννίδος ὑπὲρ ἐλευθερίας τῆς ἡμετέρας προβεβουλευκότος τε ἅμα καὶ προκεκινδυνευκότος, ἐπὶ τῆς ἐλευθερίας ψηφίσασθαι τὰς τιμὰς πρῶτόν τε ἀνεπιτάκτους τοῦτο ἂν ἀποφήνασθαι.","prev":{"citation":"Jewish Antiquities 175-3","label":"Τάδε ἔνεστιν ἐν τῇ ιθ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/175-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/175-3"},"next":{"citation":"Jewish Antiquities 184-7-189","label":"184 to 189","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/184-7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/184-7"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}