{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 183-4-189","citation":"Flavius Josephus, Jewish Antiquities 183-4-189","ref":"183-4","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:183-4-189","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/183-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/183-4","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/183-4.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":279,"text":"τούτων ἀκροώμενος Ἡρώδης βραχὺ μὲν ἀνήνεγκεν ἡδονῇ τῶν γεγραμμένων θανάτῳ τε τῆς Ἀκμῆς ἐπαιρόμενος καὶ ἐξουσίᾳ τῆς ἐπὶ τῷ παιδὶ τιμωρίας, περιουσῶν δὲ εἰς μέγα τῶν ἀλγηδόνων παρίετο τεταλαιπωρημένος σιτίων· καὶ ᾔτησε μῆλον καὶ μαχαίριον· ἦν γὰρ ἐν ἔθει καὶ πρότερον αὐτῷ περιλέψαντι αὐτὸ διʼ αὐτοῦ καὶ κατʼ ὀλίγον τεμόντι ἐσθίειν. λαβὼν δὲ καὶ περισκεψάμενος γνώμην εἶχεν παίσων ἑαυτόν, κἂν ἐπεπράχει μὴ φθάσαντος αὐτοῦ καταλαβεῖν τὴν δεξιὰν Ἀχιάβου· ἀνεψιὸς ἦν αὐτοῦ. καὶ μέγα ἀνακραγόντος οἰμωγή τε αὖθις ἀνὰ τὸ βασίλειον ἦν καὶ θόρυβος μέγας ὡς οἰχομένου τοῦ βασιλέως. καὶ ὁ Ἀντίπατρος, πιστεύει γὰρ τέλος ἀληθῶς τὸν πατέρα ἔχειν, θάρσει τε ἐχρῆτο ἐπὶ τοῖς λόγοις ὅλος ὡς ἤδη τῶν δεσμῶν ἀφησόμενος καὶ τὴν βασιλείαν ἀκονιτὶ δεξόμενος εἰς χεῖρας, καὶ τῷ εἱρκτοφύλακι περὶ ἀφέσεως ἦν αὐτοῦ διάλογος μεγάλα ὑπισχνουμένου εἰς τὸ παρὸν καὶ ταὖθις, ὡς ἂν περὶ τοιῶνδε τοῦ ἀγῶνος ἐνεστηκότος. ὁ δὲ οὐ μόνον ἀπειθὴς ἦν πράσσειν ἐφʼ οἷς ἠξίου Ἀντίπατρος, ἀλλὰ καὶ τῷ βασιλεῖ ἀποσημαίνει διάνοιαν τὴν ἐκείνου πολλῇ καὶ προσεισφορᾷ παρʼ αὑτοῦ χρώμενος. ὁ δὲ Ἡρώδης καὶ πρότερον οὐχ ἡσσώμενος οὐδʼ εὐνοίᾳ τοῦ υἱέος ἐπεὶ ἤκουσε τοῦ εἱρκτοφύλακος ταῦτα εἰρηκότος, ἀνεβόησέν τε ἀνατυψάμενος τὴν κεφαλὴν καίπερ ἐν τῷ ὑστάτῳ ὢν καὶ ἐπὶ τὸν ἀγκῶνα περιάρας ἑαυτὸν κελεύει πέμψας τινὰ τῶν δορυφόρων μηδὲν εἰς ἀναβολὰς ἀλλʼ ἐκ τοῦ ὀξέος κτείνασιν αὐτὸν ἐν Ὑρκανίᾳ ταφὰς ἀσήμους ποιεῖσθαι. Τὰς δὲ διαθήκας αὖθις μετέγραφεν μεταβολῆς αὐτῷ περὶ τὴν διάνοιαν γενομένης, Ἀντίπαν μέν, ᾧ τὴν βασιλείαν καταλελοίπει, τετράρχην καθιστὰς Γαλιλαίας τε καὶ Περαίας, Ἀρχελάῳ δὲ τὴν βασιλείαν χαριζόμενος, τὴν δὲ Γαυλωνῖτιν καὶ Τραχωνῖτιν καὶ Βαταναίαν καὶ Πανιάδα Φιλίππῳ παιδὶ μὲν τῷ αὐτοῦ Ἀρχελάου δὲ ἀδελφῷ γνησίῳ τετραρχίαν εἶναι, Ἰάμνειαν δὲ καὶ Ἄζωτον καὶ Φασαηλίδα Σαλώμῃ τῇ ἀδελφῇ κατανέμει καὶ ἀργυρίου ἐπισήμου μυριάδας πεντήκοντα.","prev":{"citation":"Jewish Antiquities 177-6-182","label":"177 to 182","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/177-6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/177-6"},"next":{"citation":"Jewish Antiquities 190-5-195","label":"190 to 195","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/190-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/190-5"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}