{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 190-7-198","citation":"Flavius Josephus, Jewish Antiquities 190-7-198","ref":"190-7","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:190-7-198","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/190-7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/190-7","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/190-7.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":293,"text":"τὸ δὲ βασίλειον ἐγεγόνει πάλαι ὑπὸ τῶν Ἀσαμωναίου παίδων, ἐφʼ ὑψηλοῦ δὲ τόπου κείμενον τοῖς κατοπτεύειν ἀπʼ αὐτοῦ βουλομένοις τὴν πόλιν ἐπιτερπεστάτην παρεῖχεν τὴν θέαν, ἧς ἐφιέμενος ὁ βασιλεὺς ἐκεῖθεν ἀφεώρα κατακείμενος τὰ κατὰ τὸ ἱερὸν πρασσόμενα. ταῦτα δὲ θεασάμενοι τῶν Ἱεροσολυμιτῶν οἱ προύχοντες δεινῶς ἐχαλέπαινον· οὐ γὰρ ἦν πάτριον τὰ κατὰ τὸ ἱερὸν δρώμενα κατοπτεύεσθαι καὶ μάλιστα τὰς ἱερουργίας. τοῖχον οὖν ἐγείρουσιν ἐπὶ τῆς ἐξέδρας ὑψηλόν, ἥτις ἦν ἐν τῷ ἔσωθεν ἱερῷ τετραμμένη πρὸς δύσιν. οὐ μόνον δὲ τοῦ βασιλικοῦ τρικλίνου τὴν ἄποψιν οὗτος οἰκοδομηθεὶς ἀπετέμνετο, ἀλλὰ καὶ τῆς δυτικῆς στοᾶς τῆς κατὰ τὸ ἔξωθεν ἱερὸν οὔσης, ἔνθα τὰς φυλακὰς οἱ Ῥωμαῖοι ταῖς ἑορταῖς ἐποιοῦντο διὰ τὸ ἱερόν. ἐπὶ τούτοις ἠγανάκτησεν ὅ τε βασιλεὺς Ἀγρίππας, μάλιστα δὲ Φῆστος ὁ ἔπαρχος, καὶ προσέταξεν αὐτοῖς καθελεῖν. οἱ δὲ παρεκάλεσαν ἐξουσίαν αὐτοῖς δοῦναι πρεσβεῦσαι περὶ τούτου πρὸς Νέρωνα· ζῆν γὰρ οὐχ ὑπομένειν καθαιρεθέντος τινὸς μέρους τοῦ ἱεροῦ. συγχωρήσαντος δὲ τοῦ Φήστου πέμπουσιν ἐξ αὑτῶν πρὸς Νέρωνα τοὺς πρώτους δέκα καὶ Ἰσμάηλον τὸν ἀρχιερέα καὶ Ἑλκίαν τὸν γαζοφύλακα. Νέρων δὲ διακούσας αὐτῶν οὐ μόνον συνέγνω περὶ τοῦ πραχθέντος, ἀλλὰ καὶ συνεχώρησεν ἐᾶν οὕτως τὴν οἰκοδομίαν, τῇ γυναικὶ Ποππαίᾳ, θεοσεβὴς γὰρ ἦν, ὑπὲρ τῶν Ἰουδαίων δεηθείσῃ χαριζόμενος, ἣ τοῖς μὲν δέκα προσέταξεν ἀπιέναι, τὸν δʼ Ἑλκίαν καὶ τὸν Ἰσμάηλον ὁμηρεύσοντας παρʼ ἑαυτῇ κατέσχεν. ὁ δὲ βασιλεὺς ταῦθʼ ὡς ἐπύθετο δίδωσιν τὴν ἀρχιερωσύνην Ἰωσήπῳ τῷ Σίμωνος παιδὶ ἀρχιερέως ἐπικαλουμένῳ δὲ Καβί. Πέμπει δὲ Καῖσαρ Ἀλβῖνον εἰς τὴν Ἰουδαίαν ἔπαρχον Φήστου τὴν τελευτὴν πυθόμενος. ὁ δὲ βασιλεὺς ἀφείλετο μὲν τὸν Ἰώσηπον τὴν ἱερωσύνην, τῷ δὲ Ἀνάνου παιδὶ καὶ αὐτῷ Ἀνάνῳ λεγομένῳ τὴν διαδοχὴν τῆς ἀρχῆς ἔδωκεν. τοῦτον δέ φασι τὸν πρεσβύτατον Ἄνανον εὐτυχέστατον γενέσθαι· πέντε γὰρ ἔσχε παῖδας καὶ τούτους πάντας συνέβη ἀρχιερατεῦσαι τῷ θεῷ, αὐτὸς πρότερος τῆς τιμῆς ἐπὶ πλεῖστον ἀπολαύσας, ὅπερ οὐδενὶ συνέβη τῶν παρʼ ἡμῖν ἀρχιερέων.","prev":{"citation":"Jewish Antiquities 182-4-189","label":"182 to 189","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/182-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/182-4"},"next":{"citation":"Jewish Antiquities 199-3-207","label":"199 to 207","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/199-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/199-3"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}