{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 199-2-203","citation":"Flavius Josephus, Jewish Antiquities 199-2-203","ref":"199-2","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:199-2-203","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/199-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/199-2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/199-2.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":260,"text":"ὅθεν ὡς οὐκ ἀποροῦντες ἡγεμόνος οἵου τε καὶ πάσχειν ὑπὲρ ὑμῶν τὰ μέγιστα καὶ δρᾶν ἕπεσθέ μοι προθύμως ἐφʼ οὓς ἂν ἡγῶμαι· οὔτε γὰρ κρείττων ἐγὼ τῶν ἀδελφῶν τῶν ἐμῶν, ἵνα φείδωμαι τῆς ἐμαυτοῦ ψυχῆς, οὔτε χείρων, ἵνʼ ὃ κάλλιστον ἐκείνοις ἔδοξεν τὸ τελευτᾶν ὑπὲρ τῶν νόμων καὶ τῆς τοῦ θεοῦ θρησκείας ὑμῶν τοῦτʼ ἐγὼ φύγω καὶ καταλίπω. οἷς δέ με δεῖ γνήσιον ἐκείνων ἀδελφὸν φανῆναι τούτοις ἀδελφὸν ἐμαυτὸν ἐπιδείξω· θαρρῶ γὰρ ὡς καὶ δίκην ληψόμενος παρὰ τῶν πολεμίων καὶ πάντας ὑμᾶς μετὰ γυναικῶν καὶ τέκνων τῆς ἐξ αὐτῶν ὕβρεως ῥυσόμενος καὶ τὸ ἱερὸν ἀπόρθητον μετὰ τοῦ θεοῦ διαφυλάξων· τὰ γὰρ ἔθνη βλέπω καταφρονήσαντα ὑμῶν ὡς οὐκ ἐχόντων ἡγεμόνα πρὸς τὸ πολεμεῖν ὡρμημένα. Τούτους ποιησαμένου τοῦ Σίμωνος τοὺς λόγους ἀνεθάρσησεν τὸ πλῆθος, καὶ ταῖς ψυχαῖς ἐνδεδωκὸς ὑπὸ δειλίας ἀνηγέρθη πρὸς τὴν ἀμείνω καὶ ἀγαθὴν ἐλπίδα, ὡς ἀθρόως πάντα τὸν λαὸν ἐκβοῆσαι τὸν Σίμωνα αὐτῶν ἡγεῖσθαι καὶ ἀντὶ Ἰούδου καὶ Ἰωνάθου τῶν ἀδελφῶν αὐτοῦ τὴν προστασίαν ἔχειν· ἔσεσθαι γὰρ πρὸς ὅ τι κελεύσαι πειθηνίους. συναθροίσας δʼ εὐθὺς πᾶν ὅσον ἦν τὸ πολεμικὸν τῆς οἰκείας ἰσχύος ἔσπευδε τὰ τείχη τῆς πόλεως ἀνοικοδομῆσαι, καὶ πύργοις αὐτὴν ὑψηλοτάτοις καὶ καρτεροῖς ἀσφαλισάμενος ἀπέστειλεν μὲν Ἰωνάθην τινὰ φίλον Ἀψαλώμου παῖδα μετὰ στρατιᾶς εἰς Ἰόππην προστάξας αὐτῷ τοὺς οἰκήτορας ἐκβαλεῖν· ἐδεδίει γάρ, μὴ παραδῶσιν οὗτοι τὴν πόλιν τῷ Τρύφωνι. αὐτὸς δʼ ὑπομείνας ἐφύλαττε τὰ Ἱεροσόλυμα. Ὁ δὲ Τρύφων ἄρας ἐκ Πτολεμαΐδος μετὰ στρατιᾶς πολλῆς εἰς τὴν Ἰουδαίαν παραγίνεται καὶ τὸν Ἰωνάθην δέσμιον ἄγων. ἀπήντησε δʼ αὐτῷ καὶ Σίμων μετὰ τῆς αὐτοῦ δυνάμεως εἰς Ἄδδιδα πόλιν, ἥτις ἐπʼ ὄρους κειμένη τυγχάνει, ὑφʼ ἧς ὑπόκειται τὰ τῆς Ἰουδαίας πεδία.","prev":{"citation":"Jewish Antiquities 198-5","label":"Τάδε ἔνεστιν ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/198-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/198-5"},"next":{"citation":"Jewish Antiquities 204-8","label":"Τάδε ἔνεστιν ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/204-8","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/204-8"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}