{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 205-6-211","citation":"Flavius Josephus, Jewish Antiquities 205-6-211","ref":"205-6","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:205-6-211","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/205-6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/205-6","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/205-6.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":285,"text":"ταῦτʼ εὐθὺς ἀπηγγέλλετο διὰ τῆς Σαλώμης τῷ βασιλεῖ· κἀκεῖνος ἤκουεν μὲν ἀλγεινῶς, ἐπειρᾶτο δὲ διορθοῦν, ἐκακοῦτο δὲ ταῖς ὑποψίαις καὶ χείρων ἀεὶ γινόμενος ἅπασιν κατὰ πάντων ἐπίστευεν. οὐ μὴν ἀλλὰ τότε μὲν ἐπιπλήξας τοῖς παισὶν ἀπολογησαμένων ῥᾴων εἰς τὸν καιρὸν ἐγίνετο, ταῖς δʼ ἑξῆς πολὺ χείρω προσέπεσεν. Ὁ γὰρ Φερώρας ἐλθὼν παρὰ τὸν Ἀλέξανδρον ἔχοντα τὴν Ἀρχελάου θυγατέρα Γλαφύραν, ὡς ἐδηλώσαμεν, Σαλώμης ἔφη λεγούσης ἀκηκοέναι τὸν Ἡρώδην ἡττῆσθαι τοῦ τῆς Γλαφύρας ἔρωτος καὶ δυσπαρηγόρητον αὐτῷ τὴν ἐπιθυμίαν εἶναι. τοῦτο οὖν ἐκεῖνος ἀκούσας ὑπό τε νεότητος καὶ ζηλοτυπίας ἐξεκαίετο καὶ τὰ κατὰ τιμὴν εἰς τὴν παῖδα γινόμενα παρʼ Ἡρώδου, πολλάκις δʼ ἦσαν αἱ τοιαῦται φιλοφρονήσεις, ἐπὶ τὸ χεῖρον ἐλάμβανεν ἐξ ὑπονοιῶν διὰ τὸν ἐκπεσόντα λόγον. οὐκ ἐκαρτέρησέν τε τὴν ὀδύνην τοῦ πράγματος, ἀλλὰ ἐλθὼν πρὸς τὸν πατέρα καταμηνύει τὰ ὑπὸ τοῦ Φερώρα ῥηθέντα μετὰ δακρύων. Ἡρώδης δὲ πολὺ μᾶλλον ἐκπαθὴς γενόμενος καὶ τὸ σὺν αἰσχύνῃ τῆς διαβολῆς ἐψευσμένον οὐ φέρων ἐτετάρακτο. καὶ πολλάκις μὲν ὠδύρετο τὴν πονηρίαν τῶν οἰκείων οἷος εἰς αὐτοὺς γενόμενος οἵων τυγχάνοι, μεταπέμπεται δὲ τὸν Φερώραν καὶ προσονειδίσας κάκιστε πάντων, εἶπεν, εἰς τοῦτο τῆς ἀμέτρου καὶ περιττῆς ἦλθες ἀχαριστίας, ὡς τοιαῦτα μὲν περὶ ἡμῶν νοῆσαι, τοιαῦτα δὲ λαλεῖν; ἆρʼ οὐχ ὁρῶ τὴν σὴν προαίρεσιν, ὡς οὐ βλασφημίας ἐστοχασμένος τοὺς τοιούτους λόγους τῷ παιδὶ προσήνεγκας, ἐπιβουλὴν δὲ καὶ φάρμακον αὐτοὺς ποιούμενος τῆς ἐμῆς ἀπωλείας; τίς γὰρ ἄν, εἰ μὴ δαιμόνων ἀγαθῶν ἔτυχεν, ὥσπερ οὗτος ὁ παῖς, ἠνέσχετο τὸν πατέρα μὴ τίσασθαι διὰ τοιαύτην ὑποψίαν; πότερον δὲ λόγον εἰς τὴν ψυχὴν ἢ ξίφος εἰς τὴν δεξιὰν ἐμβαλεῖν αὐτῷ δοκεῖς κατὰ τοῦ γεγεννηκότος; τί δέ σοι βούλεται τὸ μισοῦντά τε αὐτὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ πρὸς μόνην τὴν κατʼ ἐμοῦ βλασφημίαν εὔνοιαν ὑποκρίνασθαι καὶ περὶ τούτων λέγειν, ἃ τῆς σῆς ἀσεβείας ἦν καὶ νοῆσαι καὶ διαβαλεῖν;","prev":{"citation":"Jewish Antiquities 197-204","label":"197 to 204","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/197","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/197"},"next":{"citation":"Jewish Antiquities 212-7-219","label":"212 to 219","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/212-7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/212-7"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}