{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 216-7-222","citation":"Flavius Josephus, Jewish Antiquities 216-7-222","ref":"216-7","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:216-7-222","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/216-7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/216-7","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/216-7.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":286,"text":"ἐπὶ τούτῳ οἱ στασιῶται τῶν ἐξηγητῶν καὶ τὸ πλῆθος ἐξηγρίωσε βοῇ καὶ διακελευσμῷ χρώμενοι ὥρμησάν τε ἐπὶ τοὺς στρατιώτας καὶ περιστάντες λεύουσιν τοὺς πλείστους αὐτῶν. ὀλίγοι δέ τινες καὶ ὁ χιλίαρχος τραυματίαι διέφυγον. καὶ τοῖς μὲν ταῦτα πράξασιν διὰ χειρῶν αὖθις ἡ θυσία ἦν· Ἀρχελάῳ δὲ ἄπορον ἐδόκει σώζεσθαι τὰ πάντα μὴ οὐκ ἀνακόψειν τὴν ἐπὶ τοιοῖσδε ὁρμὴν τῆς πληθύος, ἐκπέμπει δὲ πᾶν τὸ στρατόπεδον οἳ τούς τε αὐτόθι ἐσκηνωκότας κωλύοιεν τοῖς κατὰ τὸ ἱερὸν βοηθεῖν καὶ τοὺς ἐκπίπτοντας ὑπὸ τῶν πεζῶν δέχοιντο ἀντειλῆφθαι τἀσφαλοῦς ἤδη πεπιστευκότας. καὶ εἰς μὲν τρισχιλίους ἄνδρας ἔκτειναν οἱ ἱππεῖς· τὸ δὲ λοιπὸν ᾤχετο ἐπὶ ὄρη τὰ πλησίον ἰόντες. ἐκήρυσσε δʼ Ἀρχέλαος ἀναχωρεῖν ἐπὶ τὰ αὑτῶν πᾶσιν. οἱ δὲ ἀπῄεσαν τὴν ἑορτὴν καταλιπόντες φόβῳ κακοῦ μείζονος καίπερ θρασεῖς ὄντες διὰ τὸ ἀπαίδευτον. Ἀρχέλαος δʼ ἐπὶ θαλάσσης κατῄει μετὰ τῆς μητρὸς Νικόλαον καὶ Πτολεμαῖον καὶ Πτόλλαν τῶν φίλων ἐπαγόμενος, Φιλίππῳ τἀδελφῷ τὰ πάντα ἐφεὶς καθίστασθαι τοῦ οἴκου καὶ τῆς ἀρχῆς. συνεξῄει δʼ αὐτῷ καὶ Σαλώμη ἡ Ἡρώδου ἀδελφὴ γενεὰν ἀγομένη τὴν αὐτῆς, πολλοί τε τῶν συγγενῶν, λόγῳ μὲν ὡς συναγωνιούμενοι τῷ Ἀρχελάῳ ἐπὶ κτήσει τῆς βασιλείας, ἔργῳ δὲ ἀντιπράξοντες καὶ μάλιστα περὶ τῶν πεπραγμένων ἐν τῷ ἱερῷ ποιησόμενοι καταβοάς. ὑπαντιάζει δʼ ἐν Καισαρείᾳ τὸν Ἀρχέλαον Σαβῖνος Καίσαρος ἐπίτροπος τῶν ἐν Συρίᾳ πραγμάτων εἰς Ἰουδαίαν ὡρμημένος ἐπὶ φυλακῇ τῶν Ἡρώδου χρημάτων. καὶ αὐτὸν τῆς ἐπὶ τοῖσδε ὁρμῆς ἔσχεν ὁ Οὔαρος παρελθών· διὰ γὰρ Πτολεμαίου μετάπεμπτος ὑπʼ Ἀρχελάου παρῆν. καὶ Οὐάρῳ Σαβῖνος χαριζόμενος οὔτε τὰς ἄκρας, ὅσαι ἐν τοῖς Ἰουδαίοις ἦσαν, παρέλαβεν οὔτε τοὺς θησαυροὺς κατεσημήνατο, εἴα δʼ ἔχειν Ἀρχέλαον μέχρι Καίσαρι δόξειέν τι περὶ αὐτῶν, καὶ ἔμενεν ἐν τῇ Καισαρείᾳ τοῦθʼ ὑποσχόμενος. ἐπεὶ δʼ ἐκπλεῖ μὲν ἐπὶ τῆς Ῥώμης Ἀρχέλαος, Οὐάρῳ δʼ ἐπʼ Ἀντιοχείας ἐγένοντο κομιδαί, Σαβῖνος ἐπὶ Ἱεροσολύμων χωρήσας παραλαμβάνει τὰ βασίλεια.","prev":{"citation":"Jewish Antiquities 210-3-215","label":"210 to 215","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/210-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/210-3"},"next":{"citation":"Jewish Antiquities 223-4-228","label":"223 to 228","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/223-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/223-4"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}