{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 219-4-225","citation":"Flavius Josephus, Jewish Antiquities 219-4-225","ref":"219-4","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:219-4-225","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/219-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/219-4","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/219-4.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":300,"text":"παράθου δὴ τοίνυν καὶ τὴν ἐμὴν συμβουλίαν τῷ λογισμῷ καὶ ταῦτʼ ἐπιγνοὺς ἄριστα τὴν μὲν Ἀχιτοφέλου γνώμην παραίτησαι, πέμψας δʼ εἰς πᾶσαν τὴν χώραν τῶν Ἑβραίων παράγγειλον αὐτοῖς τὴν ἐπὶ τὸν πατέρα σου στρατείαν, καὶ παραλαβὼν αὐτὸς τὴν δύναμιν τοῦ πολέμου γίνου στρατηγὸς καὶ μὴ πιστεύσῃς τοῦτον ἑτέρῳ. νικήσειν γὰρ προσδόκα ῥᾳδίως αὐτόν, ἂν ἐν φανερῷ καταλάβῃς ὄντα μετʼ ὀλίγων αὐτὸς πολλὰς ἔχων μυριάδας βουλομένων τὴν περὶ σὲ σπουδὴν ἐπιδείξασθαι καὶ προθυμίαν. ἂν δʼ ὁ πατὴρ αὑτὸν εἰς πολιορκίαν περικλείσῃ, μηχανήμασι καὶ ὀρύγμασιν ὑπονόμοις καθαιρήσομεν ἐκείνην τὴν πόλιν. ταῦτʼ εἰπὼν εὐδοκίμησε μᾶλλον Ἀχιτοφέλου· τῆς γὰρ ἐκείνου γνώμης ἡ τούτου προεκρίθη παρʼ Ἀψαλώμου. θεὸς μέντοι γε ἦν ὁ τούτου τῇ διανοίᾳ τὴν τοῦ Χουσὶ συμβουλίαν συστήσας ἀμείνω εἶναι δοκεῖν. Σπεύσας δὲ πρὸς τοὺς ἀρχιερέας Σάδωκον καὶ Ἀβιάθαρον καὶ τήν τε Ἀχιτοφέλου γνώμην ἐξειπὼν αὐτοῖς καὶ τὴν ἑαυτοῦ καὶ ὅτι δέδοκται τὰ ὑπʼ αὐτοῦ παραινεθέντα πράττειν, ἐκέλευσε μηνύειν πέμψαντας Δαυίδῃ καὶ φανερὰ ποιεῖν τὰ συμβεβουλευμένα καὶ προσπαρακελεύσασθαι ταχέως διαβῆναι τὸν Ἰόρδανον, μὴ μεταγνοὺς ὁ παῖς αὐτοῦ διώκειν ὁρμήσῃ καὶ πρὶν ἐν ἀσφαλείᾳ γένηται φθάσας καταλάβῃ. οἱ δὲ ἀρχιερεῖς ἐξεπίτηδες τοὺς υἱοὺς ἔξω τῆς πόλεως κεκρυμμένους εἶχον, ὅπως διακομίσωσι πρὸς τὸν Δαυίδην τὰ πραττόμενα· πέμψαντες οὖν πιστὴν θεραπαινίδα πρὸς αὐτοὺς φέρουσαν τὰ βεβουλευμένα ὑπὸ τοῦ Ἀψαλώμου προσέταξαν μετὰ σπουδῆς ταῦτα Δαυίδῃ σημαίνειν. οἱ δʼ οὐδὲν εἰς ἀναβολὰς καὶ μέλλησιν ὑπερέθεντο, λαβόντες δὲ τὰς τῶν πατέρων ἐντολὰς εὐσεβεῖς ἅμα καὶ πιστοὶ γίνονται διάκονοι· καὶ τῆς ὑπηρεσίας τὸ τάχος καὶ τὴν ὀξύτητα κρίναντες ἄριστα εἶναι ἠπείγοντο συμβαλεῖν Δαυίδῃ. γενομένους δʼ αὐτοὺς ἀπὸ σταδίων τῆς πόλεως δύο θεῶνταί τινες ἱππεῖς καὶ διαβάλλουσι πρὸς τὸν Ἀψάλωμον· ὁ δʼ εὐθὺς ἔπεμψε τοὺς συλληψομένους. νοήσαντες δὲ τοῦτο οἱ τῶν ἀρχιερέων παῖδες ἐκτραπέντες τῆς ὁδοῦ παραχρῆμα εἰς κώμην τινὰ τῶν Ἱεροσολύμων οὐκ ἄπωθεν αὑτοὺς ἔδωκαν, Βοκχόρης ἦν ὄνομα τῇ πόλει, καὶ γυναικὸς ἐδεήθησάν τινος κρύψαι καὶ παρασχεῖν αὐτοῖς τὴν ἀσφάλειαν.","prev":{"citation":"Jewish Antiquities 213-3-218","label":"213 to 218","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/213-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/213-3"},"next":{"citation":"Jewish Antiquities 226-3-231","label":"226 to 231","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/226-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/226-3"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}