{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 224-3-229","citation":"Flavius Josephus, Jewish Antiquities 224-3-229","ref":"224-3","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:224-3-229","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/224-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/224-3","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/224-3.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":276,"text":"ὁ δὲ Μαρδοχαῖος ἐπέδειξε τῷ εὐνούχῳ τὴν αἰτίαν τό τε γράμμα τὸ κατὰ τῶν Ἰουδαίων εἰς ἅπασαν τὴν ὑπὸ τῷ βασιλεῖ χώραν διαπεμφθὲν καὶ τὴν τῶν χρημάτων ὑπόσχεσιν, ᾗ τὴν ἀπώλειαν τοῦ ἔθνους ᾐτεῖτο παρὰ τοῦ βασιλέως Ἀμάνης. δοὺς δὲ αὐτῷ καὶ τὸ ἀντίγραφον τῶν ἐν Σούσοις προτεθέντων κομίσαι τῇ Ἐσθῆρι καὶ περὶ τούτων δεηθῆναι τοῦ βασιλέως ἐνετέλλετο καὶ σωτηρίας ἕνεκεν τοῦ ἔθνους μὴ ἀδοξῆσαι λαβεῖν σχῆμα ταπεινόν, ᾧ παραιτήσεται τοὺς Ἰουδαίους κινδυνεύοντας ἀπολέσθαι· τὸν γὰρ τὴν δευτέραν ἔχοντα τῷ βασιλεῖ τιμὴν Ἀμάνην κατηγορήσαντʼ αὐτῶν παρωξυγκέναι κατʼ αὐτῶν τὸν βασιλέα. ταῦτα γνοῦσα πέμπει πάλιν πρὸς Μαρδοχαῖον δηλοῦσα, ὅτι μήτε κληθείη πρὸς τοῦ βασιλέως καὶ ὁ εἰσερχόμενος πρὸς αὐτὸν ἄκλητος ἀποθνήσκει, πλὴν εἰ μή τινα σώζειν βουλόμενος προτείνειεν τὸν χρυσῆν ῥάβδον· ᾧ γὰρ τοῦτο ποιήσειεν ὁ βασιλεὺς ἀκλήτῳ προσελθόντι, οὗτος οὐκ ἀποθνήσκει μόνος, ἀλλὰ συγγνώμης τυχὼν σώζεται. Μαρδοχαῖος δὲ τούτους κομίσαντος αὐτῷ τοῦ εὐνούχου παρὰ τῆς Ἐσθῆρος τοὺς λόγους ἀπαγγέλλειν ἐκέλευσεν αὐτῇ, μὴ τὴν ἰδίαν οὕτως σκοπεῖν σωτηρίαν, ἀλλὰ τὴν κοινὴν τοῦ ἔθνους· εἰ γὰρ ἀμελήσειεν τούτου νῦν, ἔσεσθαι μὲν αὐτῷ βοήθειαν παρὰ τοῦ θεοῦ πάντως, αὐτὴν δὲ καὶ τὸν πατρῷον οἶκον αὐτῆς ὑπὸ τῶν ὀλιγωρηθέντων διαφθαρήσεσθαι. ἡ δὲ Ἐσθήρα ἐπέστειλεν μὲν τῷ Μαρδοχαίῳ τὸν αὐτὸν πέμψασα διάκονον εἰς Σοῦσα πορευθέντι τοὺς ἐκεῖ Ἰουδαίους εἰς ἐκκλησίαν συναγαγεῖν καὶ νηστεῦσαι πάντων ἀποσχομένους ὑπὲρ αὐτῆς ἐπὶ τρεῖς ἡμέρας, τὸ δʼ αὐτὸ ποιήσασα μετὰ τῶν θεραπαινίδων τότε προσελεύσεσθαι τῷ βασιλεῖ παρὰ τὸν νόμον ὑπισχνεῖτο, κἂν ἀποθανεῖν δέῃ τοῦτο ὑπομενεῖν. Καὶ Μαρδοχαῖος μὲν κατὰ τὰς Ἐσθῆρος ἐντολὰς τόν τε λαὸν ἐποίησεν νηστεῦσαι καὶ τὸν θεὸν αὐτὸς ἱκέτευσε μηδὲ νῦν ὑπεριδεῖν αὐτοῦ τὸ ἔθνος ἀπολλύμενον, ἀλλʼ ὡς καὶ πρότερον αὐτοῦ πολλάκις προενόησεν καὶ ἁμαρτόντι συνέγνω, καὶ νῦν αὐτὸ ῥύσασθαι τῆς κατηγγελμένης ἀπωλείας·","prev":{"citation":"Jewish Antiquities 217-3-223","label":"217 to 223","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/217-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/217-3"},"next":{"citation":"Jewish Antiquities 230-4-233","label":"230 to 233","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/230-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/230-4"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}