{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 233-5-240","citation":"Flavius Josephus, Jewish Antiquities 233-5-240","ref":"233-5","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:233-5-240","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/233-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/233-5","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/233-5.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":284,"text":"βουλομένη γὰρ ἐμφῆναι τὴν ἄγνοιαν ὧν ἐκείνη τὰς αἰτίας εἶχεν, ἐκπηδήσασα καὶ λοιδορουμένη τῇ θυγατρὶ πάντων ἀκουόντων ἐβόα κακὴν πρὸς τὸν ἄνδρα καὶ ἀχάριστον γενέσθαι καὶ δίκαια πάσχειν ἐπὶ τοῖς τοιούτοις τολμήσασαν· οὐ γὰρ ἀμείψασθαι δεόντως τὸν πάντων αὐτῶν εὐεργέτην. τοιαῦτα μεταξὺ καθυποκρινομένης ἀσχημόνως καὶ τολμώσης ἐφάπτεσθαι καὶ τῶν τριχῶν, πολλὴ μέν, ὡς εἰκός, καὶ παρὰ τῶν ἄλλων ἡ κατάγνωσις ἦν τῆς ἀπρεποῦς προσποιήσεως, μᾶλλον δὲ ἐνεφάνη παρʼ αὐτῆς τῆς ἀπολλυμένης· οὔτε γὰρ λόγον δοῦσα τὴν ἀρχὴν οὔτε ταραχθεῖσα πρὸς τὴν ἐκείνης δυσχέρειαν ἐπέβλεπεν ἀλλʼ ὡς ὑπὸ φρονήματος τὴν ἁμαρτίαν καὶ μᾶλλον ἄχθεσθαι περιφανῶς ἀσχημονούσης ἐνέφηνεν. αὐτή γε μὴν ἀτρεμαίῳ τῷ καταστήματι καὶ τῇ χρόᾳ τῆς σαρκὸς ἀμεταβλήτῳ πρὸς τὸν θάνατον ἀπῄει, τὴν εὐγένειαν οὐδʼ ἐν τοῖς ἐσχάτοις ἄδηλον τοῖς ἐπιθεωροῦσιν αὐτὴν ἐμφαίνουσα. Κἀκείνη μὲν οὕτως ἀπέθανεν γυνὴ καὶ πρὸς ἐγκράτειαν καὶ πρὸς μεγαλοψυχίαν ἄριστα γεγενημένη, τὸ δʼ ἐπιεικὲς ἔλιπεν αὐτῇ καὶ πλεῖον ἦν ἐν τῇ φύσει τὸ φιλόνεικον· κάλλει δὲ σώματος καὶ τῷ περὶ τὰς ἐντεύξεις ἀξιώματι μειζόνως φράσαι τὰς κατʼ αὐτὴν ὑπερῆγεν, ἥ τε πλείων ἀφορμὴ τοῦ μὴ κεχαρισμένως τῷ βασιλεῖ μηδὲ πρὸς ἡδονὴν ζῆν ἐντεῦθεν ἐγεγόνει· θεραπευομένη γὰρ διὰ τὸν ἔρωτα καὶ δυσχερὲς οὐδὲν ἐξ ἐκείνου προσδοκῶσα τὴν παρρησίαν ἀσύμμετρον εἶχεν. ἠνία δʼ αὐτὴν καὶ τὰ περὶ τοὺς οἰκείους καὶ ταῦτα πάντα πρὸς ἐκεῖνον ὡς ἐπεπόνθει λέγειν ἠξίου, καὶ πέρας ἐξενίκησεν ἐχθρὰς αὐτῇ γενέσθαι τήν τε μητέρα καὶ τὴν ἀδελφὴν τοῦ βασιλέως κἀκεῖνον αὐτόν, ᾧ μόνῳ τὸ μὴ παθεῖν τι δυσχερὲς ἀπεπίστευεν. Ἀναιρεθείσης δʼ αὐτῆς τότε καὶ μᾶλλον ἐξήφθη τὰ περὶ τὴν ἐπιθυμίαν τοῦ βασιλέως ἔχοντος μὲν οὕτως, ὡς καὶ πρότερον ἐδηλώσαμεν· οὐ γὰρ ἀπαθὴς οὐδʼ οἷος ἂν ἐκ συνηθείας ἦν ὁ πρὸς αὐτὴν ἔρως, ἀλλὰ καὶ πρότερον ἦρξεν ἐνθουσιαστικῶς καὶ τῇ παρρησίᾳ τῆς συμβιώσεως οὐκ ἀπενικήθη μὴ πλείων ἀεὶ γίνεσθαι·","prev":{"citation":"Jewish Antiquities 225-7-232","label":"225 to 232","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/225-7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/225-7"},"next":{"citation":"Jewish Antiquities 241-5-248","label":"241 to 248","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/241-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/241-5"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}