{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 235-4-241","citation":"Flavius Josephus, Jewish Antiquities 235-4-241","ref":"235-4","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:235-4-241","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/235-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/235-4","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/235-4.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":274,"text":"Τούτων τῶν λόγων ἀκούσας Ἡρώδης ὅλος ἐγένετο τῆς ἐπηρείας καὶ τοῦ δέους, τὰ μὲν εἰς ὕβριν ῥηθέντα χαλεπῶς, τὰ δʼ εἰς ὑπόνοιαν οὐκ ἀκινδύνως ἐκλαβών, ὥστε καὶ μᾶλλον ἐξ ἀμφοτέρων ἠρεθίζετο καὶ πικρὸς ὢν ἐδεδοίκει, μὴ καί τι ταῖς ἀληθείαις συνέστηκεν ἐπʼ αὐτὸν ἰσχυρότερον ἢ φυλάξασθαι πρὸς ἐκεῖνον τὸν καιρόν. ἔνθεν οὐδʼ ἐκ φανεροῦ τὴν ἔρευναν ἐποιεῖτο, κατασκόπους δὲ τῶν ὑπονοουμένων διέπεμψεν. ὑποψία τε καὶ μίση πρὸς ἅπαντας ἦν, καὶ τὴν ὑπόνοιαν ἐπʼ ἀσφαλείᾳ λαμβάνων πολλὴν καὶ κατὰ τῶν οὐκ ἀξίων αὐτῇ χρώμενος διετέλει. πέρας τε οὐδὲν ἦν, ἀλλὰ μένειν οἱ νομιζόμενοι μᾶλλον ὡς ἂν καὶ μᾶλλον ἰσχύοντες ἐδόκουν αὐτῷ φοβεροί· τοῖς δʼ οἷς οὐκ ἦν συνήθεια πλείων ὀνομάσαι μόνον ἐδόκει, καὶ μέρος εὐθὺς ἀσφαλείας ἐδόκουν ἀπολλύμενοι. τέλος τε οἱ περὶ αὐτὸν ἐν τῷ μηδὲν ἔχειν βέβαιον εἰς ἐλπίδα σωτηρίας ἐπʼ ἀλλήλους ἐτράπησαν, νομίζοντες μέν, εἰ φθάσας ἕτερος τὸν ἕτερον διαβάλοι, τοῦτʼ αὐτῷ πρὸς σωτηρίαν φέρειν, ἐπίφθονοι δʼ εἴ ποτε τύχοιεν ὧν ἠξίουν γενόμενοι καὶ τὸ δικαίως αὐτοὶ παθεῖν ἐφʼ οἷς ἄλλους ἠδίκησαν προσλαμβάνοντες μόνον. ἤδη γοῦν οἰκείας τινὲς ἔχθρας ἐπεξῄεσαν τῷ τοιούτῳ τρόπῳ καὶ καταφωραθέντες ἐν τοῖς ὁμοίοις ἐγένοντο, τὸν καιρὸν ὥσπερ ὄργανον καὶ πάγην ἐπὶ τοὺς ἐχθροὺς νοοῦντες καὶ συναλισκόμενοι τῇ πείρᾳ, καθʼ ἣν ἑτέροις ἐπεβούλευον. ἥ τε γὰρ μετάνοια τῷ βασιλεῖ ταχὺ διὰ τὸ μὴ προφανῶς ἁμαρτάνοντας ἀναιρεῖν ἐπεγίνετο καὶ ταύτης τὸ χαλεπὸν οὐκ εἰς τὸ παύσασθαι τὰ ὅμοια δρᾶν, ἀλλʼ εἰς τὸ τιμωρήσασθαι τοῖς ἴσοις τοὺς ἐνδειξαμένους ἀπηρτίζετο. Τοιαύτη μὲν ἦν τῶν περὶ τὴν αὐλὴν ταραχή. πολλοῖς δὲ τῶν φίλων ἤδη καὶ τοῦτʼ αὐτὸ προεῖπεν, ὡς οὔτʼ ἐμφανίζεσθαι δέον αὐτῷ λοιπὸν οὔτʼ εἰς τὸ βασίλειον εἰσιέναι. ταύτην δὲ τὴν παραγγελίαν ἐποιεῖτο καθʼ ὧν ἡ παρρησία ἐλάττονος ἢ πλείονος ἐντροπῆς μετειλήφει·","prev":{"citation":"Jewish Antiquities 228-5-234","label":"228 to 234","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/228-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/228-5"},"next":{"citation":"Jewish Antiquities 242-5","label":"Τάδε ἔνεστιν ἐν τῇ ἑξκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/242-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/242-5"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}