{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 239-3-247","citation":"Flavius Josephus, Jewish Antiquities 239-3-247","ref":"239-3","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:239-3-247","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/239-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/239-3","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/239-3.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":288,"text":"τελευτήσαντος δὲ ἐξ ἐπιβουλῆς αὐτοῦ καὶ ἐνέδρας τῆς ὑπὸ Τρύφωνος μηχανηθείσης, ὡς ἀνωτέρω που προειρήκαμεν, λαμβάνει τὴν ἀρχιερωσύνην Σίμων ἀδελφὸς αὐτοῦ. καὶ τοῦτον δὲ δόλῳ παρὰ συμπόσιον ὑπὸ τοῦ γαμβροῦ διαφθαρέντα διεδέξατο παῖς Ὑρκανὸς ὄνομα ὃν κατασχόντα τὴν ἱερωσύνην πλείονα τἀδελφοῦ χρόνον ἐνιαυτῷ, τριακονταὲν ἔτη τῆς τιμῆς Ὑρκανὸς ἀπολαύσας τελευτᾷ γηραιὸς Ἰούδᾳ τῷ καὶ Ἀριστοβούλῳ κληθέντι τὴν διαδοχὴν καταλιπών. κληρονομεῖ δὲ καὶ τοῦτον ἀδελφὸς Ἀλέξανδρος, ὑπὸ νόσου μὲν τελευτήσαντα, τὴν ἱερωσύνην δὲ κατασχόντα μετὰ βασιλείας, καὶ γὰρ διάδημα πρῶτος περιέθετο ὁ Ἰούδας, ἐνιαυτὸν ἕνα. Βασιλεύσας δὲ ὁ Ἀλέξανδρος καὶ ἱερατεύσας ἔτη εἰκοσιεπτὰ καταστρέφει τὸν βίον Ἀλεξάνδρᾳ τῇ γυναικὶ καταστῆσαι τὸν ἀρχιερατευσόμενον ἐπιτρέψας. ἡ δὲ τὴν μὲν ἀρχιερωσύνην Ὑρκανῷ δίδωσιν, αὐτὴ δὲ τὴν βασιλείαν ἔτη ἐννέα κατασχοῦσα τελευτᾷ τὸν βίον· τὸν ἴσον δὲ χρόνον τὴν ἀρχιερωσύνην ὁ παῖς αὐτῆς Ὑρκανὸς ἔσχεν· μετὰ γὰρ τὸν θάνατον αὐτῆς πολεμήσας πρὸς αὐτὸν ὁ ἀδελφὸς Ἀριστόβουλος καὶ νικήσας ἀφαιρεῖται μὲν ἐκεῖνον τὴν ἀρχήν, αὐτὸς δʼ ἐβασίλευέ τε καὶ ἀρχιεράτευεν τοῦ ἔθνους. ἔτει δὲ τρίτῳ τῆς βασιλείας καὶ πρὸς μησὶν τοῖς ἴσοις Πομπήιος ἐλθὼν καὶ τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν κατὰ κράτος ἑλὼν αὐτὸν μὲν εἰς Ῥώμην μετὰ τῶν τέκνων δήσας ἔπεμψεν, τῷ δʼ Ὑρκανῷ πάλιν τὴν ἀρχιερωσύνην ἀποδοὺς τὴν μὲν τοῦ ἔθνους προστασίαν ἐπέτρεψεν, διάδημα δὲ φορεῖν ἐκώλυσεν. ἦρξεν δὲ πρὸς τοῖς ἐννέα τοῖς πρώτοις ὁ Ὑρκανὸς τέσσαρα καὶ εἴκοσιν. Βαζαφράνης δὲ καὶ Πάκορος οἱ τῆς Παρθυηνῆς δυνάσται διαβάντες τὸν Εὐφράτην καὶ πολεμήσαντες Ὑρκανῷ αὐτὸν μὲν ζωγρίᾳ συνέλαβον, τὸν Ἀριστοβούλου δὲ υἱὸν Ἀντίγονον κατέστησαν βασιλέα. τρία δʼ ἔτη καὶ τρεῖς μῆνας ἄρξαντα τοῦτον Σόσσιός τε καὶ Ἡρώδης ἐξεπολιόρκησαν, Ἀντώνιος δʼ ἀνεῖλεν εἰς τὴν Ἀντιόχειαν ἀναχθέντα. Τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους καθίστησιν ἀρχιερεῖς, ἀλλά τισιν ἀσήμοις καὶ μόνον ἐξ ἱερέων οὖσιν πλὴν ἑνὸς Ἀριστοβούλου τὴν τιμὴν ἀπένεμεν.","prev":{"citation":"Jewish Antiquities 230-7-238","label":"230 to 238","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/230-7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/230-7"},"next":{"citation":"Jewish Antiquities 248-4-255","label":"248 to 255","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/248-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/248-4"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}