{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 244-8-251","citation":"Flavius Josephus, Jewish Antiquities 244-8-251","ref":"244-8","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:244-8-251","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/244-8","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/244-8","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/244-8.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":289,"text":"τάς γε μὴν διαθήκας ὑπό τε σωφρονοῦντος γεγράφθαι τοῦ βασιλέως καὶ κυριωτέρας τῶν γεγραμμένων πρότερον διὰ τὸ Καίσαρι δεσπότῃ τῶν ὅλων καταλελεῖφθαι τὴν κρίσιν τῶν ἐν αὐταῖς γεγραμμένων. μιμήσεσθαί τε οὐδαμῶς Καίσαρα τὴν ὕβριν αὐτῶν, οἳ τῆς Ἡρώδου παντοίως ἀπολαύσαντες παρʼ ὃν ἔζη καιρὸν δυνάμεως τὰ πάντα ἐπὶ ὕβρει γνώμης ἐπείγοιντο αὐτοῦ, οὐδʼ αὐτῶν περὶ τὸν συγγενῆ τοιούτων γεγονότων. οὔκουν Καίσαρά γε ἀνδρὸς ἐπʼ αὐτῷ πεποιημένου τὰ πάντα καὶ φίλου καὶ συμμάχου καταλύσειν τὰς διαθήκας ἐπὶ πίστει τῇ αὐτοῦ γεγραμμένας, οὐδὲ μιμήσεσθαι κακίαν τὴν ἐκείνων τὴν Καίσαρος ἀρετὴν καὶ πίστιν πρὸς ἅπασαν τὴν οἰκουμένην ἀνενδοίαστον γενομένην, καὶ μανίαν καὶ λογισμῶν ἔκστασιν κατακρίνειν ἀνδρὸς βασιλέως, υἱεῖ μὲν ἀγαθῷ τὴν διαδοχὴν καταλελοιπότος, πίστει δὲ τῇ αὐτοῦ προσπεφευγότος· οὔτʼ ἁμαρτάνειν Ἡρώδην ποτὲ περὶ κρίσιν τοῦ διαδόχου σωφροσύνῃ κεχρημένον ἐπὶ τῇ Καίσαρος γνώμῃ τὰ πάντα ποιεῖσθαι. Καὶ Νικόλαος μὲν τοιάδε διελθὼν καταπαύει τὸν λόγον· Καῖσαρ δὲ Ἀρχέλαον προσπεσόντα αὐτῷ πρὸς τὰ γόνατα φιλοφρόνως τε ἀνίστη φάμενος ἀξιώτατον εἶναι τῆς βασιλείας πολλήν τε ἀπέφαινε τροπὴν γνώμης τῆς αὐτοῦ οὐκ ἄλλα πράξειν, ἀλλʼ ὁπόσα αἵ τε διαθῆκαι ὑπηγόρευον καὶ Ἀρχελάῳ συνέφερεν. οὐ μέντοι γε ἐκεκύρωτο οὐδέν, ὡς ἂν ἐχεγγύῳ παραδείγματι χρώμενον ἐπʼ ἀδείας Ἀρχέλαον εἶναι. καὶ διαλύσεως τῶν ἀνδρῶν γενομένης ἐσκοπεῖτο καθʼ αὑτόν, εἴτε Ἀρχελάῳ τὴν βασιλείαν ἐπικυρωτέον, εἴτε νομὴν αὐτῆς ποιεῖσθαι παντὶ τῷ Ἡρώδου γένει καὶ ταῦτα πάντων πολλῆς ἐπικουρίας δεομένων. Πρότερον δὲ ἢ κύρωσίν τινα τούτων γενέσθαι Μαλθάκη τε ἡ Ἀρχελάου μήτηρ νόσῳ τελευτᾷ καὶ παρὰ Οὐάρου τοῦ Συρίας στρατηγοῦ παρῆν γράμματα τὴν Ἰουδαίων ἀπόστασιν διασαφοῦντα· τοῦ γὰρ Ἀρχελάου μετὰ τὸν ἔκπλουν ἐθορυβήθη τὸ πᾶν ἔθνος. καὶ Οὔαρος αὐτὸς ἐπεὶ παρὼν ὡς τοὺς αἰτίους τῆς κινήσεως τιμωρίᾳ περιβαλὼν καὶ τοῦ πολλοῦ τῆς στάσεως ἐπίσχεσιν ποιησάμενος πολλῆς γενομένης ἐπʼ Ἀντιοχείας τὴν ἀναζυγὴν ἐποιεῖτο, τάγμα ἓν τῆς στρατιᾶς ἐν Ἱεροσολύμοις λειπόμενος τὴν Ἰουδαίων νεωτεροποιίαν ἐπιστομιοῦντας.","prev":{"citation":"Jewish Antiquities 243-8","label":"Τάδε ἔνεστιν ἐν τῇ ἑπτακαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/243-8","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/243-8"},"next":{"citation":"Jewish Antiquities 252-9-253","label":"252 to 253","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/252-9","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/252-9"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}