{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 268-4-274","citation":"Flavius Josephus, Jewish Antiquities 268-4-274","ref":"268-4","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:268-4-274","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/268-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/268-4","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/268-4.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":290,"text":"Ἐλθόντων δὲ εἰς τὴν Μωδαῒν κώμην τῶν ὑπὸ τοῦ βασιλέως καθεσταμένων ἐπὶ τῷ ποιεῖν ἀναγκάζειν τοὺς Ἰουδαίους ἃ διετέτακτο καὶ θύειν τοὺς ἐκεῖ κελευόντων, ὡς ὁ βασιλεὺς κελεύσειεν, διά τε τὴν δόξαν τήν τε διὰ τὰ ἄλλα καὶ διὰ τὴν εὐπαιδίαν ἀξιούντων τὸν Ματταθίαν προκατάρχειν τῶν θυσιῶν, κατακολουθήσειν γὰρ αὐτῷ καὶ τοὺς πολίτας, καὶ διὰ τοῦτο τιμηθήσεσθαι πρὸς τοῦ βασιλέως, ὁ Ματταθίας οὐκ ἔφασκεν ποιήσειν, οὐδʼ εἰ τὰ πάντα ἔθνη τοῖς Ἀντιόχου προστάγμασιν ἢ διὰ φόβον ἢ διʼ εὐαρέστησιν ὑπακούει, πεισθήσεσθαί ποτʼ αὐτὸς μετὰ τῶν τέκνων τὴν πάτριον θρησκείαν ἐγκαταλιπεῖν. ὡς δὲ σιωπήσαντος αὐτοῦ προσελθών τις τῶν Ἰουδαίων ἔθυσεν εἰς μέσον καθʼ ἃ προσέταξεν Ἀντίοχος, θυμωθεὶς ὁ Ματταθίας ὥρμησεν ἐπʼ αὐτὸν μετὰ τῶν παίδων ἐχόντων κοπίδας καὶ αὐτόν τε ἐκεῖνον διέφθειρεν καὶ τὸν στρατηγὸν τοῦ βασιλέως Ἀπελλῆν, ὃς ἐπηνάγκαζεν, διεχρήσατο μετʼ ὀλίγων στρατιωτῶν, καὶ τὸν βωμὸν καθελὼν ἀνέκραγεν, εἴ τις ζηλωτής ἐστιν τῶν πατρίων ἐθῶν καὶ τῆς τοῦ θεοῦ θρησκείας, ἑπέσθω, φησίν, ἐμοί, καὶ ταῦτʼ εἰπὼν μετὰ τῶν τέκνων εἰς τὴν ἔρημον ἐξώρμησεν καταλιπὼν ἅπασαν τὴν αὐτοῦ κτῆσιν ἐν τῇ κώμῃ. τὸ δʼ αὐτὸ καὶ ἄλλοι ποιήσαντες μετὰ τέκνων καὶ γυναικῶν ἔφυγον εἰς τὴν ἔρημον καὶ ἐν τοῖς σπηλαίοις διῆγον. ἀκούσαντες δὲ ταῦθʼ οἱ τοῦ βασιλέως στρατηγοὶ καὶ τὴν δύναμιν ὅσην εἶναι συνέβαινεν ἐν τῇ ἀκροπόλει τῶν Ἱεροσολύμων ἀναλαβόντες ἐδίωξαν εἰς τὴν ἔρημον τοὺς Ἰουδαίους. καὶ καταλαβόντες τὸ μὲν πρῶτον αὐτοὺς ἐπεχείρουν πείθειν μετανοήσαντας αἱρεῖσθαι τὰ συμφέροντα καὶ μὴ προσάγειν αὐτοῖς ἀνάγκην, ὥστʼ αὐτοῖς χρήσασθαι πολέμου νόμῳ· μὴ προσδεχομένων δὲ τοὺς λόγους, ἀλλὰ τἀναντία φρονούντων, συμβάλλουσιν αὐτοῖς εἰς μάχην σαββάτων ἡμέρᾳ, καὶ ὡς εἶχον οὕτως ἐν τοῖς σπηλαίοις αὐτοὺς κατέφλεξαν οὐδὲ ἀμυνομένους ἀλλʼ οὐδὲ τὰς εἰσόδους ἐμφράξαντας· τοῦ δὲ ἀμύνασθαι διὰ τὴν ἡμέραν ἀπέσχοντο μηδʼ ἐν κακοῖς παραβῆναι τὴν τοῦ σαββάτου τιμὴν θελήσαντες· ἀργεῖν γὰρ ἡμῖν ἐν αὐτῇ νόμιμόν ἐστιν.","prev":{"citation":"Jewish Antiquities 260-3-267","label":"260 to 267","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/260-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/260-3"},"next":{"citation":"Jewish Antiquities 275-5-282","label":"275 to 282","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/275-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/275-5"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}