{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 277-5-284","citation":"Flavius Josephus, Jewish Antiquities 277-5-284","ref":"277-5","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:277-5-284","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/277-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/277-5","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/277-5.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":294,"text":"ἐντεῦθεν ἐκεῖνοι καὶ μᾶλλον πρὸς ὀργὰς ὧν ἐπεπόνθεισαν ὄντος αὐτοῖς καὶ νόμου πάντα τρόπον ἐπεξιέναι τοὺς τῶν οἰκείων φονεῖς ἀνυποτιμήτως τὴν Ἡρώδου πᾶσαν ἄγοντες καὶ φέροντες διετέλουν. ἐκεῖνος δὲ διελέγετο περὶ τούτων τοῖς Καίσαρος ἡγεμόσιν Σατορνίνῳ τε καὶ Οὐολομνίῳ ἐπὶ κολάσει τοὺς λῃστὰς ἐξαιτούμενος. ὅθεν ἔτι καὶ μᾶλλον ἰσχυρῶς ἐχόντων πλείους μὲν ἐγίνοντο, πάντα δὲ ἐτάραττον ἐπʼ ἀναστάσει τῆς Ἡρώδου βασιλείας χωρία καὶ κώμας πορθοῦντες καὶ τοὺς λαμβανομένους τῶν ἀνθρώπων ἀπέσφαττον, ὡς εἶναι πολέμῳ τὴν ἀδικίαν ἐοικυῖαν· ἐγεγόνεισαν γὰρ ἤδη περὶ χιλίους. ἐφʼ οἷς ἀχθόμενος Ἡρώδης τούς τε λῃστὰς ἐξῄτει καὶ χρέος ὃ διὰ Συλλαίου δανείσας ἔτυχεν Ὀβάδᾳ τάλαντα ἑξήκοντα, παρηκούσης αὐτῷ τῆς προθεσμίας ἀπολαβεῖν ἠξίου. Σύλλαιος δὲ τὸν μὲν Ὀβάδαν παρεωσμένος αὐτὸς δὲ ἅπαντα διοικῶν τούς τε λῃστὰς ἔξαρνος ἦν μὴ κατὰ τὴν Ἀραβίαν εἶναι καὶ περὶ τῶν χρημάτων ἀνεβάλλετο, περὶ ὧν ἐπί τε Σατορνίνου καὶ Οὐολομνίου τῶν Συρίας ἐπιστατούντων ἐγίνοντο λόγοι. τέλος δὲ συνέθεντο διʼ ἐκείνων ἐντὸς ἡμερῶν τριάκοντα τά τε χρήματα τὸν Ἡρώδην ἀπολαβεῖν καὶ τοὺς ἀλλήλων ἐν ἑκατέρᾳ τῇ βασιλείᾳ καὶ παρὰ μὲν Ἡρώδῃ τῶν Ἀράβων οὐδεὶς εὑρέθη τὸ σύνολον οὔτε ἐπʼ ἀδικίας οὔτε κατʼ ἄλλον τρόπον, οἱ δʼ Ἄραβες ἠλέγχοντο τοὺς λῃστὰς παρʼ αὐτοῖς ἔχειν. Διελθούσης δὲ τῆς προθεσμίας Σύλλαιος οὐδὲν τῶν δικαίων πεποιηκὼς εἰς Ῥώμην ἀνέρχεται. ῥύσια δὲ τῶν χρημάτων καὶ τῶν παρʼ ἐκείνοις λῃστῶν Ἡρώδης ἐποιεῖτο, καὶ τῶν περὶ τὸν Σατορνῖνον καὶ Οὐολόμνιον ἐπιτρεπόντων ἀγνωμονοῦντας ἐπεξιέναι στρατιάν τε ἔχων προήγαγεν εἰς τὴν Ἀραβίαν τρισὶν ἡμέραις ἑπτὰ σταθμοὺς διανύσας, καὶ γενόμενος ἐπὶ τοῦ φρουρίου τοῦ τοὺς λῃστὰς ἔχοντος αἱρεῖ μὲν ἐξ ἐφόδου πάντας αὐτούς, κατασκάπτει δὲ τὸ χωρίον Ῥάεπτα καλούμενον· τῶν δὲ ἄλλων οὐδὲν ἐλύπησεν. ἐκβοηθησάντων δὲ τῶν Ἀράβων ἡγουμένου Νακέβου μάχη γίνεται, καθʼ ἣν ὀλίγοι μὲν τῶν Ἡρώδου, Νάκεβος δὲ ὁ τῶν Ἀράβων στρατηγὸς καὶ περὶ εἰκοσιπέντε τῶν σὺν αὐτῷ πίπτουσιν, οἱ δὲ ἄλλοι πρὸς φυγὴν ἐτράποντο.","prev":{"citation":"Jewish Antiquities 270-2-276","label":"270 to 276","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/270-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/270-2"},"next":{"citation":"Jewish Antiquities 285-7-288","label":"285 to 288","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/285-7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/285-7"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}