{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 283-2-289","citation":"Flavius Josephus, Jewish Antiquities 283-2-289","ref":"283-2","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:283-2-289","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/283-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/283-2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/283-2.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":280,"text":"μάλιστα δʼ ὑμῖν ὁμονοεῖν παραινῶ καὶ πρὸς ὅ τις ὑμῶν πέφυκεν ἀμείνων θατέρου πρὸς τοῦτʼ εἴκοντας ἀλλήλοις οἰκείαις χρῆσθαι ταῖς ἀρεταῖς. καὶ Σίμωνα μὲν τὸν ἀδελφὸν συνέσει προύχοντα πατέρα ἡγεῖσθε καὶ οἷς ἂν οὗτος συμβουλεύσῃ πείθεσθε, Μακαβαῖον δὲ τῆς στρατιᾶς διʼ ἀνδρείαν καὶ ἰσχὺν στρατηγὸν ἕξετε· τὸ γὰρ ἔθνος οὗτος ἐκδικήσει καὶ ἀμυνεῖται τοὺς πολεμίους. προσίεσθε δὲ καὶ τοὺς δικαίους καὶ θεοσεβεῖς καὶ τὴν δύναμιν αὐτῶν αὔξετε. Ταῦτα διαλεχθεὶς τοῖς παισὶν καὶ τὸν θεὸν εὐξάμενος σύμμαχον αὐτοῖς γενέσθαι καὶ τῷ λαῷ τὴν ἰδίαν ἀνασῶσαι πάλιν τοῦ βίου συνήθειαν, μετʼ οὐ πολὺ τελευτᾷ, καὶ θάπτεται μὲν ἐν Μωδαῒ πένθος ἐπʼ αὐτῷ μέγα παντὸς τοῦ λαοῦ ποιησαμένου, διεδέξατο δὲ τὴν προστασίαν τῶν πραγμάτων ὁ παῖς αὐτοῦ Ἰούδας ὁ καὶ Μακκαβαῖος ἑκατοστῷ ἔτει καὶ τεσσαρακοστῷ καὶ ἕκτῳ. συναραμένων δʼ αὐτῷ προθύμως τῶν ἀδελφῶν καὶ τῶν ἄλλων τούς τε πολεμίους ἐξέβαλεν ἐκ τῆς χώρας καὶ τοὺς παρανομήσαντας τῶν ὁμοφύλων εἰς τὰ πάτρια διεχρήσατο καὶ ἐκαθάρισεν ἀπὸ παντὸς μιάσματος τὴν γῆν. Ταῦτʼ ἀκούσας Ἀπολλώνιος ὁ τῆς Σαμαρείας στρατηγὸς ἀναλαβὼν τὴν δύναμιν ὥρμησεν ἐπὶ τὸν Ἰούδαν. ὁ δὲ ἀπήντησεν αὐτῷ καὶ συμβαλὼν κρατεῖ τῇ μάχῃ καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, ἐν οἷς καὶ τὸν στρατηγὸν Ἀπολλώνιον, οὗ καὶ τὴν μάχαιραν, ᾗ χρῆσθαι συνέβαινεν ἐκεῖνον, σκυλεύσας αὐτὸς εἶχεν, πλείους δὲ τραυματίας ἐποίησεν καὶ πολλὴν λείαν ἐκ τοῦ στρατοπέδου λαβὼν τῶν πολεμίων ἀνεχώρησεν. Σήρων δʼ ὁ τῆς κοίλης Συρίας στρατηγός, ἀκούσας ὅτι πολλοὶ προσκεχωρήκασιν τῷ Ἰούδᾳ καὶ δύναμιν ἤδη περιβέβληται πρὸς ἀγῶνας καὶ πολέμους ἀξιόλογον, ἐπʼ αὐτὸν ἔγνω στρατεύσασθαι προσήκειν ὑπολαμβάνων τοὺς εἰς τὰ τοῦ βασιλέως προστάγματα παρανομοῦντας πειρᾶσθαι κολάζειν. συναγαγὼν οὖν δύναμιν ὅση παρῆν αὐτῷ, προσκαταλέξας δὲ καὶ τῶν Ἰουδαίων τοὺς φυγάδας καὶ ἀσεβεῖς ἐπὶ τὸν Ἰούδαν παρεγίγνετο· προελθὼν δὲ ἄχρι Βαιθώρων κώμης τῆς Ἰουδαίας αὐτόθι στρατοπεδεύεται.","prev":{"citation":"Jewish Antiquities 275-5-282","label":"275 to 282","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/275-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/275-5"},"next":{"citation":"Jewish Antiquities 290-297","label":"290 to 297","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/290","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/290"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}