{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 298-303","citation":"Flavius Josephus, Jewish Antiquities 298-303","ref":"298","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:298-303","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/298","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/298","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/298.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":282,"text":"Μωυσῆς δὲ παραθαρσύνων αὐτοὺς οὕτως ἀπεγνωκότας ὑπέσχετο καίπερ αἰσχρῶς ὑπʼ αὐτῶν περιυβρισμένος πλῆθος αὐτοῖς παρέξειν κρεῶν οὐκ εἰς μίαν ἡμέραν ἀλλʼ εἰς πλείονας. ἀπιστούντων δʼ ἐπὶ τούτῳ καί τινος ἐρομένου, πόθεν ἂν τοσαύταις εὐπορήσειε μυριάσι τῶν προειρημένων, ὁ θεός, εἶπε, κἀγὼ καί τοι κακῶς ἀκούοντες πρὸς ὑμῶν οὐκ ἂν ἀποσταίημεν κάμνοντες ὑπὲρ ὑμῶν, καὶ ταῦτα οὐκ εἰς μακρὰν ἔσται. ἅμα ταῦτʼ ἔλεγε καὶ πίμπλαται τὸ στρατόπεδον ὀρτύγων ἅπαν καὶ ἤθροιζον αὐτοὺς περιστάντες. ὁ μέντοι θεὸς οὐκ εἰς μακρὰν μετέρχεται τοὺς Ἑβραίους τῆς εἰς αὐτὸν θρασύτητος καὶ λοιδορίας· ἀπέθανε γὰρ οὐκ ὀλίγον πλῆθος αὐτῶν, καὶ νῦν ἔτι κατʼ ἐπωνυμίαν ὁ χῶρος ὀνομάζεται Καβρωθαβά, ἐπιθυμίας μνημεῖα λέγοιτο ἄν. Ἀναγαγὼν δὲ αὐτοὺς ἐκεῖθεν ὁ Μωυσῆς εἰς τὴν καλουμένην Φάραγγα πλησίον οὖσαν τοῖς Χαναναίων ὁρίοις καὶ χαλεπὴν ἐνδιαιτᾶσθαι εἰς ἐκκλησίαν ἀθροίζει τὸ πλῆθος καὶ καταστάς, δύο, φησί, τοῦ θεοῦ κρίναντος ἡμῖν παρασχεῖν ἀγαθά, ἐλευθερίαν καὶ γῆς κτῆσιν εὐδαίμονος, τὴν μὲν ἤδη δόντος ἔχετε, τὴν δὲ ἤδη λήψεσθε. Χαναναίων γὰρ ἐπὶ τοῖς ὅροις καθήμεθα, καὶ κωλύσει τὸ λοιπὸν ἐπιόντας οὐ μόνον οὐ βασιλεὺς οὐ πόλις ἡμᾶς, ἀλλʼ οὐδὲ τὸ πᾶν ἀθροισθέντων ἔθνος. παρασκευαζώμεθα οὖν πρὸς τὸ ἔργον· οὐ γὰρ ἀμαχητὶ παραχωρήσουσιν ἡμῖν τῆς γῆς, ἀλλὰ μεγάλοις αὐτὴν ἀγῶσιν ἀφαιρεθέντες. πέμψωμεν δὲ κατασκόπους, οἳ τῆσδε τῆς γῆς ἀρετὴν κατανοήσουσι καὶ πόση δύναμις αὐτοῖς. πρὸ δὲ πάντων ὁμονοῶμεν καὶ τὸν θεόν, ὅς ἐστιν ἐπὶ πᾶσιν ἡμῖν βοηθὸς καὶ σύμμαχος, διὰ τιμῆς ἔχωμεν. Μωυσέος δὲ ταῦτʼ εἰπόντος τὸ πλῆθος αὐτὸν τιμαῖς ἀμείβεται, καὶ κατασκόπους αἱρεῖται δώδεκα τῶν γνωριμωτάτων ἐξ ἑκάστης φυλῆς ἕνα, οἳ διεξελθόντες ἀπὸ τῶν πρὸς Αἰγύπτῳ τὴν Χαναναίαν ἅπασαν ἐπί τε Ἀμάθην πόλιν καὶ Λίβανον ἀφικνοῦνται τὸ ὄρος, καὶ τήν τε τῆς γῆς φύσιν καὶ τὴν τῶν ἐνοικούντων ἀνθρώπων ἐξιστορήσαντες παρῆσαν τεσσαράκοντα ἡμέραις εἰς πᾶν καταχρησάμενοι τὸ ἔργον,","prev":{"citation":"Jewish Antiquities 291-3-297","label":"291 to 297","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/291-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/291-3"},"next":{"citation":"Jewish Antiquities 304-309","label":"304 to 309","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/304","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/304"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}