{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 300-5-306","citation":"Flavius Josephus, Jewish Antiquities 300-5-306","ref":"300-5","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:300-5-306","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/300-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/300-5","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/300-5.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":276,"text":"τὸ μέντοι θεῖον οὐκ ἠμέλησεν, ἀλλὰ καὶ ὁ λαὸς διʼ αὐτὴν τὴν αἰτίαν ἐδουλώθη καὶ ὁ ναὸς ἐμιάνθη ὑπὸ Περσῶν. Βαγώσης δὲ ὁ στρατηγὸς Ἀρταξέρξου γνούς, ὅτι Ἰωάννης ὁ ἀρχιερεὺς τῶν Ἰουδαίων τὸν ἴδιον ἀδελφὸν Ἰησοῦν ἐν τῷ ἱερῷ ἐφόνευσεν, εὐθὺς ἐπιστὰς τοῖς Ἰουδαίοις μετὰ θυμοῦ ἤρξατο λέγειν· ἐτολμήσατε ἐν τῷ ἱερῷ φόνον ἐργάσασθαι. πειρωμένου δʼ αὐτοῦ εἰσελθεῖν εἰς τὸν ναὸν ἐκώλυον αὐτόν. ὁ δὲ πρὸς αὐτοὺς ἔφη· πῶς οὐκ ἐγὼ καθαρώτερός εἰμι τοῦ ἀνῃρημένου ἐν τῷ ναῷ; καὶ τούτους ποιησάμενος τοὺς λόγους εἰς τὸν ναὸν εἰσέρχεται. ταύτῃ μὲν οὖν χρησάμενος τῇ ἐπινοίᾳ Βαγώσης τοὺς Ἰουδαίους ἔτεσιν ἑπτὰ ὑπὲρ τῆς Ἰησοῦ τελευτῆς μετῆλθεν. Καταστρέψαντος δὲ τοῦ Ἰωάννου τὸν βίον διαδέχεται τὴν ἀρχιερωσύνην ὁ υἱὸς αὐτοῦ Ἰαδδοῦς. ἦν δὲ καὶ τούτῳ ἀδελφὸς Μανασσῆς ὄνομα, ᾧ Σαναβαλλέτης ὁ πεμφθεὶς εἰς Σαμάρειαν ὑπὸ Δαρείου τοῦ τελευταίου βασιλέως σατράπης Χουθαῖος τὸ γένος, ἐξ ὧν καὶ οἱ Σαμαρεῖς εἰσιν, εἰδὼς λαμπρὰν οὖσαν τὴν πόλιν Ἱεροσόλυμα καὶ πολλὰ τοῖς Ἀσσυρίοις καὶ τοῖς ἐν τῇ κοίλῃ Συρίᾳ κατοικοῦσιν τοὺς ἐν αὐτῇ βασιλεῖς πράγματα παρασχόντας, ἀσμένως συνῴκισεν τὴν αὐτοῦ θυγατέρα Νικασὼ καλουμένην, οἰόμενος τὴν ἐπιγαμίαν ὅμηρον αὐτῷ γενήσεσθαι πρὸς τὴν ἀπὸ τοῦ τῶν Ἰουδαίων ἔθνους παντὸς εὔνοιαν. Κατὰ τοῦτον δὴ τὸν καιρὸν καὶ Φίλιππος ὁ Μακεδόνων βασιλεὺς ἐν Αἰγαῖς ὑπὸ Παυσανίου τοῦ Κεράστου ἐκ δὲ τοῦ τῶν Ὀρεστῶν γένους δολοφονηθεὶς ἀπέθανεν. παραλαβὼν δʼ ὁ παῖς αὐτοῦ τὴν βασιλείαν Ἀλέξανδρος καὶ διαβὰς τὸν Ἑλλήσποντον, νικᾷ μὲν τοὺς Δαρείου στρατηγοὺς ἐπὶ Γρανίκῳ συμβαλὼν αὐτοῖς, ἐπελθὼν δὲ τὴν Λυδίαν καὶ τὴν Ἰωνίαν δουλωσάμενος καὶ τὴν Καρίαν ἐπιδραμὼν τοῖς ἐν Παμφυλίᾳ τόποις ἐπέβαλεν, καθὼς ἐν ἄλλοις δεδήλωται. Οἱ δὲ τῶν Ἱεροσολυμιτῶν πρεσβύτεροι δεινοπαθοῦντες ἐπὶ τῷ τὸν Ἰαδδοῦ τοῦ ἀρχιερέως ἀδελφὸν ἀλλοφύλῳ συνοικοῦντα μετέχειν τῆς ἀρχιερωσύνης ἐστασίαζον πρὸς αὐτόν·","prev":{"citation":"Jewish Antiquities 292-4-299","label":"292 to 299","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/292-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/292-4"},"next":{"citation":"Jewish Antiquities 307-3-314","label":"307 to 314","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/307-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/307-3"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}