{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 330-6-336","citation":"Flavius Josephus, Jewish Antiquities 330-6-336","ref":"330-6","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:330-6-336","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/330-6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/330-6","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/330-6.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":279,"text":"ὥστε καὶ προελθόντος εἰς τὴν Ῥώμην λόγου τοῦ περὶ αὐτοῦ πᾶν τὸ τῇδε Ἰουδαίων ἔθνος ὑπαντιάζοντες ἐξῄεσαν τῷ παρὰ δόξαν τῆς σωτηρίας θειάζοντες τὸ ἔργον καὶ χάρμα ποιούμενοι διὰ τὸ μητρῷον αὐτῶν γένος, ὁπότε χωροίη κατὰ τοῦ στενωποῦ διφροφορούμενος· καὶ πάντα βασίλειον περὶ αὐτὸν σχῆμα ἦν ἀναλώμασιν τῶν ἰδιοξένων, μεγάλαι περιστάσεις ἐγίνοντο τῆς πληθύος ἐπιβοήσεις τε εὔφημοι ὁπόσα εἰκὸς τοῖς οὕτω παρʼ ἐλπίδα σωθεῖσιν συντυγχάνειν οὐδὲν ὅ τι οὐκ ἐπράσσετο. Καίσαρι δὲ ὡς ἀφίκετο ἀγγελία ἡ περὶ αὐτοῦ, ἠπίστει μὲν διὰ τὸ μὴ ἂν ῥᾳδίως ἀπατηθῆναι Ἡρώδην ἐν πράγμασιν ἐπὶ μέγα ἀνήκουσιν αὐτῷ, διδοὺς δὲ τῇ ἐλπίδι Κέλαδον τῶν αὐτοῦ τινὰ ἐξελευθέρων ὡμιληκότα τοῖς μειρακίοις πέμπει κελεύσας ἀγαγεῖν εἰς ὄψιν αὐτῷ τὸν Ἀλέξανδρον. ὁ δὲ ἀνῆγεν οὐδέν τι βελτίων ἐπὶ τῇ κρίσει τῶν πολλῶν γενόμενος. οὐ μὴν Καῖσάρ γε ἠπατᾶτο, ἀλλʼ ἦν μὲν ἐμφερής, οὐ μὴν ὥστε ἀπατῆσαι τοὺς σωφρόνως ἐκλογίζεσθαι δυναμένους· αὐτουργίᾳ τε γὰρ ἐτέτρυτο ὁ ψευδαλέξανδρος καὶ παρὰ τὸ ἐκείνῳ ῥαδαλὸν τοῦ σώματος ὑπὸ τρυφῆς καὶ γενναιότητος συνερχόμενον διὰ τὰ ἐναντία τῷδε ἐπισκληρότερον ἐξεβεβήκει τὸ σῶμα. θεασάμενος οὖν συμπνευσμὸν ἐπὶ ψευδολογίᾳ διδασκάλου καὶ μαθητοῦ καὶ λόγων τολμηρῶν συγκρότησιν, ἐξήταζε περὶ Ἀριστοβούλου, τί καὶ γεγόνοι συνεκκλαπεὶς αὐτῷ, καὶ διʼ ἣν αἰτίαν οὐ παραγεγόνοι μεταποιούμενος τῆς ἀξίας, ἧς προσῆκε τυγχάνειν τοὺς οὕτω γεγονότας; φαμένου δʼ ἐπὶ νήσου τῆς Κυπρίων καταλελεῖφθαι κινδύνων ὑφοράσει τῶν κατὰ θάλασσαν, εἰ περὶ αὐτῷ συσταίη τι δεινόν, μὴ παντελὲς ἐξαλείφοιτο τὸ Μαριάμμης γένος ἀλλὰ περιὼν Ἀριστόβουλος μένοι τοὺς ἐπιβεβουλευκότας, ταῦτα διισχυριζομένου καὶ συνεστῶτος αὐτῷ τοῦ μηχανοποιοῦ τῆς πράξεως Καῖσαρ καταμόνας ἀπολαβὼν τὸ μειράκιον ἀλλὰ σοὶ μισθός, ἔφη, προκείσεται τοῦ μὴ καὶ πρὸς ἐμὲ ἀπάτῃ χρησομένου τὸ μὴ ἀπολούμενον τῆς σωτηρίας· φάθι δή μοι αὐτόν τε ὃς ὢν τυγχάνεις καὶ ὅς σε τοιάδε ᾖξε τολμῆσαι διανοεῖσθαι·","prev":{"citation":"Jewish Antiquities 322-7-329","label":"322 to 329","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/322-7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/322-7"},"next":{"citation":"Jewish Antiquities 337-7-343","label":"337 to 343","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/337-7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/337-7"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}