{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 338-5-344","citation":"Flavius Josephus, Jewish Antiquities 338-5-344","ref":"338-5","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:338-5-344","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/338-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/338-5","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/338-5.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":300,"text":"βάσις δὲ τοῦ περιβόλου παντὸς ἐν ἀριστερᾷ μὲν εἰσπλεόντων πύργος νενασμένος ἐπὶ πολὺ στερρῶς ἀντέχειν, κατὰ δεξιὰν δὲ δύο λίθοι μεγάλοι καὶ τοῦ κατὰ θάτερα πύργου μείζους, ὀρθοὶ καὶ συνεζευγμένοι. περίκεινται δὲ ἐν κύκλῳ τὸν λιμένα λειοτάτου λίθου κατασκευὴ συνεχεῖς οἰκήσεις κἀν τῷ μέσῳ κολωνός τις, ἐφʼ οὗ νεὼς Καίσαρος ἄποπτος τοῖς εἰσπλέουσιν ἄγαλμά τε τὸ μὲν Ῥώμης, τὸ δὲ Καίσαρος· ἥ τε πόλις αὐτὴ Καισάρεια καλεῖται καλλίστης καὶ τῆς ὕλης καὶ τῆς κατασκευῆς τετυχηκυῖα. τὰ δʼ ὑπʼ αὐτὴν ὑπόνομοί τε καὶ λαῦραι πραγματείαν οὐκ ἐλάττω τῶν ὑπερῳκοδομημένων ἔχουσαι. τούτων αἱ μὲν κατὰ σύμμετρα διαστήματα φέρουσιν εἰς τὸν λιμένα καὶ τὴν θάλατταν, μία δʼ ἐγκαρσία πάσας ὑπέζωκεν, ὡς τούς τε ὄμβρους εὐμαρῶς καὶ τὰ λύματα τῶν οἰκητόρων συνεκδίδοσθαι τήν τε θάλατταν, ὅταν ἔξωθεν ἐπείγηται, διαρρεῖν καὶ τὴν σύμπασαν ὑποκλύζειν πόλιν. κατεσκεύαζεν δʼ ἐν αὐτῇ καὶ θέατρον καὶ πρὸς τῷ νοτίῳ τοῦ λιμένος ὄπισθεν ἀμφιθέατρον πολὺν ὄχλον ἀνθρώπων δέχεσθαι δυνάμενον καὶ κείμενον ἐπιτηδείως ἀποπτεύειν εἰς τὴν θάλασσαν. ἡ μὲν δὴ πόλις οὕτως ἐξετελέσθη δωδεκαετεῖ χρόνῳ καὶ ταῖς ἐργασίαις οὐκ ἐγκαμόντος καὶ ταῖς δαπάναις ἐπαρκέσαντος τοῦ βασιλέως. Ἐπὶ τοιούτοις δὲ ὢν καὶ τῆς Σεβαστῆς ἤδη πεπολισμένης ἔγνω τοὺς παῖδας αὐτοῦ πέμπειν εἰς Ῥώμην Ἀλέξανδρον καὶ Ἀριστόβουλον, συντευξομένους Καίσαρι. τούτοις ἀνελθοῦσιν καταγωγὴ μὲν ἦν Πολλίωνος οἶκος ἀνδρὸς τῶν μάλιστα σπουδασάντων περὶ τὴν Ἡρώδου φιλίαν, ἐφεῖτο δὲ κἀν τοῖς Καίσαρος κατάγεσθαι· καὶ γὰρ ἐξεδέξατο μετὰ πάσης φιλανθρωπίας τοὺς παῖδας· καὶ δίδωσιν Ἡρώδῃ τὴν βασιλείαν ὅτῳ βούλεται βεβαιοῦν τῶν ἐξ αὐτοῦ γεγονότων, καὶ χώραν ἔτι τόν τε Τράχωνα καὶ Βαταναίαν καὶ Αὐρανῖτιν· ἔδωκεν δὲ διὰ τοιαύτην αἰτίαν παραλαβών. Ζηνόδωρός τις ἐμεμίσθωτο τὸν οἶκον τὸν Λυσανίου. τούτῳ τὰ μὲν κατὰ τὰς προσόδους οὐκ ἤρκει, τὰ λῃστήρια δὲ ἔχων ἐν τῷ Τράχωνι πλείω τὴν πρόσοδον ἔφερεν· οἰκοῦσι γὰρ ἄνδρες ἐξ ἀπονοίας ζῶντες τοὺς τόπους, οἳ τὰ Δαμασκηνῶν ἐλῄζοντο, καὶ Ζηνόδωρος οὔτʼ εἶργεν αὐτός τε τῶν ὠφελειῶν ἐκοινώνει.","prev":{"citation":"Jewish Antiquities 331-3-337","label":"331 to 337","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/331-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/331-3"},"next":{"citation":"Jewish Antiquities 345-5-351","label":"345 to 351","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/345-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/345-5"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}