{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 354-3-361","citation":"Flavius Josephus, Jewish Antiquities 354-3-361","ref":"354-3","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:354-3-361","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/354-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/354-3","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/354-3.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":298,"text":"Ἀνανίας δὲ συνεβούλευσε τούτοις ἐναντία, λέγων ἄδικα ποιήσειν αὐτήν, εἰ σύμμαχον ἄνθρωπον ἀφαιρήσεται τῆς ἰδίας ἐξουσίας καὶ ταῦτα συγγενῆ ἡμέτερον· οὐ γὰρ ἀγνοεῖν βούλομαί σε, φησίν, εἰ τὸ πρὸς τοῦτον ἄδικον ἐχθροὺς ἅπαντας ἡμᾶς σοι τοὺς Ἰουδαίους κατασκευάζει. ταῦτα δὲ Ἀνανία παραινέσαντος ἡ Κλεοπάτρα πείθεται μηδὲν ἀδικῆσαι τὸν Ἀλέξανδρον, ἀλλὰ συμμαχίαν πρὸς αὐτὸν ἐποιήσατο ἐν Σκυθοπόλει τῆς κοίλης Συρίας. Ὁ δὲ τῶν ἐκ Πτολεμαίου φόβων ἐλευθερωθεὶς στρατεύεται μὲν εὐθὺς ἐπὶ τὴν κοίλην Συρίαν, αἱρεῖ δὲ Γάδαρα πολιορκήσας δέκα μησίν, αἱρεῖ δὲ καὶ Ἀμαθοῦντα μέγιστον ἔρυμα τῶν ὑπὲρ τὸν Ἰορδάνην κατῳκημένων, ἔνθα καὶ τὰ κάλλιστα καὶ σπουδῆς ἄξια Θεόδωρος ὁ Ζήνωνος εἶχεν. ὃς οὐ προσδοκῶσιν ἐπιπεσὼν τοῖς Ἰουδαίοις μυρίους αὐτῶν ἀποκτείνει καὶ τὴν ἀποσκευὴν Ἀλεξάνδρου διαρπάζει. ταῦτα μὲν οὖν οὐ καταπλήττει τὸν Ἀλέξανδρον, ἀλλʼ ἐπιστρατεύει τοῖς θαλαττίοις μέρεσιν, Ῥαφείᾳ καὶ Ἀνθηδόνι, ἣν ὕστερον βασιλεὺς Ἡρώδης Ἀγριππιάδα προσηγόρευσεν, καὶ κατὰ κράτος εἷλεν καὶ ταύτην. ὁρῶν δὲ τὸν Πτολεμαῖον ἐκ τῆς Γάζης εἰς Κύπρον ἀνακεχωρηκότα, τὴν δὲ μητέρα αὐτοῦ Κλεοπάτραν εἰς Αἴγυπτον, ὀργιζόμενος δὲ τοῖς Γαζαίοις, ὅτι Πτολεμαῖον ἐπεκαλέσαντο βοηθόν, ἐπολιόρκει τὴν πόλιν καὶ τὴν χώραν αὐτῶν προενόμευσεν. Ἀπολλοδότου δὲ τοῦ στρατηγοῦ τῶν Γαζαίων μετὰ δισχιλίων ξένων καὶ μυρίων οἰκετῶν νύκτωρ ἐπιπεσόντος τῷ τῶν Ἰουδαίων στρατοπέδῳ ἐφʼ ὅσον μὲν ὑπῆρχεν ἡ νὺξ ἐνίκων οἱ Γαζαῖοι δόκησιν παρασχόντες τοῖς πολεμίοις ὡς ἐπεληλυθότος αὐτοῖς Πτολεμαίου, γενομένης δὲ ἡμέρας καὶ τῆς δόξης ἐλεγχθείσης μαθόντες οἱ Ἰουδαῖοι τἀληθὲς ἐπισυστρέφονται καὶ τοῖς Γαζαίοις προσβαλόντες ἀναιροῦσιν αὐτῶν περὶ χιλίους. τῶν δὲ Γαζαίων ἀντεχόντων καὶ μήτε ὑπὸ τῆς ἐνδείας μήτε ὑπὸ τοῦ πλήθους τῶν ἀναιρουμένων ἐνδιδόντων, πᾶν γὰρ ὁτιοῦν ὑπέμενον παθεῖν ἢ ὑπὸ τῷ πολεμίῳ γενέσθαι, προσεπήγειρεν δʼ αὐτῶν τὴν προθυμίαν καὶ Ἀρέτας ὁ Ἀράβων βασιλεὺς ἐπίδοξος ὢν ἥξειν αὐτοῖς σύμμαχος. ἀλλὰ συνέβη πρῶτον τὸν Ἀπολλόδοτον διαφθαρῆναι· Λυσίμαχος γὰρ ἀδελφὸς αὐτοῦ ζηλοτυπῶν αὐτὸν ἐπὶ τῷ παρὰ τοῖς πολίταις εὐδοκιμεῖν, κτείνας αὐτὸν καὶ στρατιωτικὸν συγκροτήσας ἐνδίδωσιν Ἀλεξάνδρῳ τὴν πόλιν.","prev":{"citation":"Jewish Antiquities 353","label":"Τάδε ἔνεστιν ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/353","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/353"},"next":{"citation":"Jewish Antiquities 362-2-370","label":"362 to 370","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/362-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/362-2"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}