{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 355-2-362","citation":"Flavius Josephus, Jewish Antiquities 355-2-362","ref":"355-2","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:355-2-362","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/355-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/355-2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/355-2.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":281,"text":"Καῖσαρ δὲ ἀναγνοὺς τὸ μὲν ἀρχὴν ἄλλην προσθεῖναι γέροντι καὶ κακῶς πράττοντι τὰ περὶ τοὺς παῖδας οὐκ ᾠήθη καλῶς ἔχειν, δεξάμενος δὲ τοὺς παρὰ Ἀρέτα καὶ τοῦτο μόνον ἐπιτιμήσας, ὡς προπετείᾳ χρήσαιτο τῷ μὴ παρʼ αὐτοῦ τὴν βασιλείαν ἀναμεῖναι λαβεῖν, τά τε δῶρα προσήκατο καὶ τὴν ἀρχὴν ἐβεβαίωσεν. Ἡρώδῃ δὲ γράφει διηλλαγμένος ἐπί τε τοῖς παισὶν ἄχθεσθαι λέγων καὶ δέον, εἰ μὲν ἀνοσιώτερόν τι τετολμήκασιν, ἐπεξιέναι πατραλόας ὄντας· αὐτῷ γὰρ ἐφεῖναι ταύτην τὴν ἐξουσίαν· εἰ δὲ δρασμὸν ἐνόησαν, ἄλλως νουθετήσαντα μηδὲν ἀνήκεστον διαπράττεσθαι. συμβουλεύειν δὲ ἔχειν αὐτῷ συνέδριον ἀποδείξαντα περὶ Βηρυτόν, ἐν ᾗ κατοικοῦσιν Ῥωμαῖοι, καὶ παραλαβόντα τούς τε ἡγεμόνας καὶ τὸν βασιλέα τῶν Καππαδόκων Ἀρχέλαον ὅσους τε τῶν ἄλλων οἴεται φιλίᾳ τε καὶ ἀξιώματι ἐπιφανεῖς μετὰ τῆς ἐκείνων γνώμης ὅ τι χρὴ διαλαμβάνειν. Καῖσαρ μὲν τοιαῦτα ἐπέστελλεν. ὁ δὲ Ἡρώδης τῶν γραμμάτων ὡς αὐτὸν ἀπενεχθέντων περιχαρὴς μὲν εὐθὺς ἐπὶ ταῖς διαλλαγαῖς ἐγεγόνει, περιχαρὴς δὲ καὶ τῷ πάντʼ ἐξεῖναι κατὰ τῶν παίδων αὐτῷ. καί πως τὸ μὲν οὐκ εὖ πράττειν ἐν τῷ προτέρῳ χαλεπὸν μὲν ἀλλʼ οὔτε θρασὺν οὔτε προπετῆ πρὸς τὴν ἀπώλειαν τῶν τέκνων παρεῖχεν αὐτόν, ἐν δὲ τῷ τότε μεταβολῆς ἀμείνονος καὶ παρρησίας ἐπιλαβόμενος τὸ μῖσος ἐκενοδόξει τὴν ἐξουσίαν. διέπεμπεν οὖν ὅσους ἐδόκει καλεῖν εἰς τὸ συνέδριον Ἀρχελάου χωρίς· ἐκεῖνον δὲ διʼ ἔχθος οὐκ ἠξίου παρατυγχάνειν ἢ καὶ τῇ προαιρέσει νομίζων ἐμποδὼν ἔσεσθαι. Γενομένων δὲ ἐν Βηρυτῷ τῶν ἡγεμόνων καὶ τῶν ἄλλων ὅσους τῶν πόλεων ἐκάλεσεν, τοὺς μὲν παῖδας, οὐ γὰρ ἠξίου παράγειν εἰς τὸ συνέδριον, ἐν κώμῃ τινὶ Σιδωνίων εἶχεν Παλαεστῶ καλουμένῃ πλησίον τῆς πόλεως, ὡς ἔχειν εἰ κληθεῖεν παραστῆσαι. μόνος δὲ καὶ κατʼ αὐτὸν εἰσελθὼν ἑκατὸν καὶ πεντήκοντα συγκαθημένων ἀνδρῶν κατηγόρει κατηγορίαν οὐκ ὀδυνηρὰν ὡς πρὸς ἀνάγκην ὧν ἠτύχει, πλεῖστον δὲ ἀπεοικυῖαν ᾗ πατὴρ ἐπὶ παισὶν εἴποι·","prev":{"citation":"Jewish Antiquities 348-2-354","label":"348 to 354","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/348-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/348-2"},"next":{"citation":"Jewish Antiquities 363-3","label":"Τάδε ἔνεστιν ἐν τῇ ἑξκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/363-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/363-3"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}