{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 395-3-402","citation":"Flavius Josephus, Jewish Antiquities 395-3-402","ref":"395-3","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:395-3-402","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/395-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/395-3","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/395-3.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":283,"text":"Βεντίδιος μὲν οὖν ἐτύγχανεν τὰς ταραχὰς τὰς διὰ Πάρθους ἐν ταῖς πόλεσιν οὔσας καθιστάμενος, Σίλων δʼ ἐν Ἰουδαίᾳ χρήμασιν ὑπʼ Ἀντιγόνου διεφθαρμένος. Ἡρώδῃ μέντοι προϊόντι καθʼ ἑκάστην ἡμέραν ἡ δύναμις ηὔξετο καὶ πᾶσα Γαλιλαία πλὴν ὀλίγων αὐτῷ προστέθειτο. ὡρμηκότα δʼ αὐτὸν ἐπὶ τοὺς ἐν Μεσάδα, ἀναγκαῖον γὰρ ἦν τὸ σῶσαι τοὺς ἐν τῷ φρουρίῳ πολιορκουμένους συγγενεῖς ὄντας, ἐμποδὼν Ἰόππη γίνεται· πολεμίαν γὰρ οὖσαν αὐτὴν ἐχρῆν ἐξελεῖν πρότερον, ὅπως μηδὲν ὑπολείπηται κατὰ νώτου τοῖς ἐχθροῖς ἔρυμα χωροῦντος ἐπὶ Ἱεροσολύμων. ποιησαμένου δὲ καὶ Σίλωνος ταύτην πρόφασιν τῆς ἀπαναστάσεως καὶ τῶν Ἰουδαίων διωκόντων αὐτὸν Ἡρώδης μετʼ ὀλίγου στίφους ἐπέξεισιν καὶ τρέπεται μὲν τοὺς Ἰουδαίους, Σίλωνα δὲ σώζει κακῶς ἀμυνόμενον, ἑλών τε τὴν Ἰόππην ἔσπευδεν ῥυσόμενος τοὺς ἐν Μασάδα οἰκείους. τῶν δʼ ἐπιχωρίων οἱ μὲν αὐτῷ διὰ τὴν πατρῴαν προσεχώρουν φιλίαν, οἱ δὲ διὰ τὴν αὐτοῦ δόξαν, ἄλλοι δὲ κατʼ ἀμοιβὴν τῆς παρʼ ἀμφοτέρων εὐεργεσίας, οἱ πλείους δὲ διὰ τὰς ἐλπίδας, ἃς ὡς ἐπὶ βασιλεῖ βεβαίῳ τὸ λοιπὸν εἶχον. Ἤθροιστο δὴ δύναμις βαρεῖα, καὶ προϊόντος Ἀντίγονος τῶν παρόδων τοὺς ἐπιτηδείους τόπους ἐνέδραις καὶ λόχοις κατελάμβανεν καὶ καθάπαξ οὐδὲν ἐκ τούτου τοὺς πολεμίους ἢ μικρὰ παντάπασιν ἔβλαπτεν. Ἡρώδης δὲ τοὺς ἐκ Μασάδας οἰκείους παραλαβὼν καὶ Ῥῆσαν τὸ φρούριον ᾔει πρὸς τὰ Ἱεροσόλυμα, συνῆπτε δʼ αὐτῷ τὸ μετὰ Σίλωνος στρατιωτικὸν καὶ πολλοὶ τῶν ἐκ τῆς πόλεως τὴν ἰσχὺν καταπλαγέντες. στρατοπεδευσαμένου δὲ κατὰ τὸ πρὸς δύσιν τῆς πόλεως κλίμα οἱ κατὰ τοῦτο τεταγμένοι φύλακες ἠκόντιζόν τε καὶ ἐτόξευον εἰς αὐτούς, ἐνίων δὲ καὶ κατὰ στῖφος ἐξιόντων καὶ τοῖς προτεταγμένοις εἰς χεῖρας ἐρχομένων, Ἡρώδης τὸ μὲν πρῶτον ἐκέλευσεν κηρύσσειν περὶ τὸ τεῖχος, ὡς ἐπʼ ἀγαθῷ τε παρείη τοῦ δήμου καὶ ἐπὶ σωτηρίᾳ τῆς πόλεως, μηδὲν μηδὲ τοῖς φανεροῖς τῶν ἐχθρῶν μνησικακήσων, ἀλλὰ παρέξων καὶ τοῖς διαφορωτάτοις ἀμνηστίαν τῶν εἰς αὐτὸν ἁμαρτημάτων.","prev":{"citation":"Jewish Antiquities 388-2-394","label":"388 to 394","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/388-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/388-2"},"next":{"citation":"Jewish Antiquities 403-408","label":"403 to 408","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/403","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/403"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}