{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 44-6-51","citation":"Flavius Josephus, Jewish Antiquities 44-6-51","ref":"44-6","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:44-6-51","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/44-6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/44-6","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/44-6.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":285,"text":"ὁ δὲ τοῦ μὲν ἐκπεσεῖν αὐτὸν τῆς ἀρχῆς τὴν ἐκείνου φύσιν ᾐτιᾶτο ἄπρακτον οὖσαν καὶ διὰ τοῦτʼ εὐκαταφρόνητον, αὐτὸν δʼ ἔλεγεν φόβῳ τοῦ μὴ πρὸς ἄλλους μεταστῆναι τὴν ἀρχὴν ἐν ἀνάγκης αὐτὴν ὑπελθεῖν, προσαγορεύεσθαι δὲ αὐτὸν τοῦτο ὅπερ καὶ Ἀλέξανδρον τὸν πατέρα. καὶ δὴ μάρτυρας τούτων ἐκάλει τοὺς νέους καὶ σοβαρωτέρους, ὧν ἐβδελύττοντο τὰς πορφυρίδας καὶ τὰς κόμας καὶ τὰ φάλαρα καὶ τὸν ἄλλον κόσμον, ὃν ὥσπερ οὐ δίκην ὑφέξοντες, ἀλλʼ ὡς εἰς πομπὴν προϊόντες περιέκειντο. Πομπήιος δὲ τούτων ἀκούσας καὶ καταγνοὺς Ἀριστοβούλου βίαν, τότε μὲν αὐτοὺς ἀπέπεμψεν διαλεχθεὶς πρᾴως, ἐλθὼν δʼ εἰς τὴν χώραν αὐτῶν ἔλεγεν διατάξειν ἕκαστα, ἐπειδὰν τὰ τῶν Ναβαταίων πρῶτον ἴδῃ. τέως δὲ ἐκέλευσεν ἡσυχίαν ἄγειν θεραπεύων ἅμα τὸν Ἀριστόβουλον, μὴ τὴν χώραν ἀποστήσῃ καὶ διακλεισθείη τῶν παρόδων. ἔτυχεν μέντοι τοῦτο ἐξ Ἀριστοβούλου γενόμενον· οὐ γὰρ ἀναμείνας οὐδὲν ὧν διελέχθη πρὸς αὐτὸν ὁ Πομπήιος εἰς Δειλον πόλιν ἦλθεν κἀκεῖθεν εἰς τὴν Ἰουδαίαν ἀπῆρεν. Ὀργίζεται δʼ ἐπὶ τούτοις ὁ Πομπήιος, καὶ τὴν ἐπὶ τοὺς Ναβαταίους ἀναλαβὼν στρατιὰν ἔκ τε Δαμασκοῦ καὶ τῆς ἄλλης Συρίας ἐπικουρικὰ σὺν τοῖς ὑπάρχουσιν αὐτῷ Ῥωμαίων τάγμασιν ἐστράτευσεν ἐπὶ τὸν Ἀριστόβουλον. ὡς δὲ παραμειψάμενος Πέλλαν καὶ Σκυθόπολιν εἰς Κορέας ἧκεν, ἥτις ἐστὶν ἀρχὴ τῆς Ἰουδαίας διεξιόντι τὴν μεσόγειον, ἐνταῦθα εἴς τι περικαλλὲς ἔρυμα ἐπʼ ἄκρου τοῦ ὄρους ἱδρυμένον Ἀλεξάνδρειον Ἀριστοβούλου συμπεφευγότος, πέμψας ἐκέλευσεν ἥκειν πρὸς αὐτόν. ὁ δὲ παραινούντων πολλῶν μὴ πολεμεῖν Ῥωμαίοις κάτεισιν καὶ δικαιολογησάμενος πρὸς τὸν ἀδελφὸν περὶ τῆς ἀρχῆς πάλιν εἰς τὴν ἀκρόπολιν ἀναβαίνει Πομπηίου συγχωρήσαντος. καὶ τοῦτʼ ἐποίησεν δὶς καὶ τρίς, ἅμα μὲν κολακεύων τὴν ἀπʼ αὐτοῦ περὶ τῆς βασιλείας ἐλπίδα καὶ πρὸς ἕκαστον ὧν κελεύσειεν Πομπήιος ὑπακούειν ὑποκρινόμενος, ἅμα δὲ ἀναχωρῶν εἰς τὸ ἔρυμα ὑπὲρ τοῦ μὴ καταλύειν αὑτὸν καὶ πρὸς τὸ πολεμεῖν ἀφορμὴν αὑτῷ παρασκευαζόμενος, δεδιὼς μὴ τὴν ἀρχὴν εἰς Ὑρκανὸν περιστήσῃ.","prev":{"citation":"Jewish Antiquities 37-3-43","label":"37 to 43","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/37-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/37-3"},"next":{"citation":"Jewish Antiquities 52-3-59","label":"52 to 59","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/52-3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/52-3"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}