{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 61-8-68","citation":"Flavius Josephus, Jewish Antiquities 61-8-68","ref":"61-8","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:61-8-68","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/61-8","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/61-8","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/61-8.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":251,"text":"τοιαῦτα εἰπὼν διέλυε τὸν σύλλογον. Ἡρώδης δὲ προσεστὼς κατησπάζετο καὶ τῆς εἰς αὐτὸν διαθέσεως ὡμολόγει χάριν. ὁ δὲ καὶ εἰς ταῦτα φιλοφρονούμενος ἴσον αὑτὸν παρεῖχεν ἀντεμπλεκόμενος καὶ κατασπαζόμενος. καὶ τότε μὲν ἀνεχώρησεν· ἀπὸ δὲ Σάμου πλεῖν ὁ βασιλεὺς ἐπʼ οἴκου διέγνω καὶ τὸν Ἀγρίππαν παραιτησάμενος ἀνήχθη, κατάγεται δʼ εἰς Καισάρειαν οὐ πολλαῖς ὕστερον ἡμέραις πνευμάτων ἐπιτηδείων τυχών. κἀκεῖθεν ἐλθὼν εἰς Ἱεροσόλυμα συνήγαγεν ἐκκλησίαν πάνδημον· ἦν δὲ πολὺς κἀκ τῆς χώρας ὄχλος. ὁ δὲ παρελθὼν ἀπολογισμόν τε τῆς ὅλης ἐκδημίας ἐποιήσατο καὶ τὰ περὶ τοὺς Ἰουδαίους, ὅσοι κατὰ τὴν Ἀσίαν ἦσαν, ὡς διʼ αὐτὸν ἀνεπηρεάστως εἰς τὸ λοιπὸν ἕξουσιν διηγήσατο. τό τε σύμπαν ἐπὶ ταῖς εὐτυχίαις καὶ τῇ διοικήσει τῆς ἀρχῆς οὐδενὸς παραλείποιτο τῶν ἐκείνοις συμφερόντων, ἀγαλλόμενος τὸ τέταρτον τῶν φόρων ἀφίησιν αὐτοῖς τοῦ παρεληλυθότος ἔτους. οἱ δὲ καὶ τῷ λόγῳ καὶ τῇ χάριτι δεδημαγωγημένοι μετὰ πλείστης χαρᾶς ἀπῄεσαν πολλὰ ἀγαθὰ συνευχόμενοι τῷ βασιλεῖ. Προύβαινε δʼ ἀεὶ τὰ κατὰ τὴν στάσιν τῆς οἰκίας καὶ χαλεπωτέραν ἐλάμβανε τὴν ἐπίδοσιν, ἀντιμεταλαβούσης μὲν ὥσπερ ἐκ κληρονομίας τὸ κατὰ τῶν νεανίσκων μῖσος τῆς Σαλώμης καὶ πᾶν ὅσον εὐδοκιμήκει κατὰ τῆς μητρὸς αὐτῶν εἰς ἀπόνοιαν καὶ θράσος λαμβανούσης μηδένα τῶν ἐξ ἐκείνης καταλιπεῖν, ὃς δυνήσεται τιμωρῆσαι τῷ θανάτῳ τῆς διʼ αὐτὴν ἀνῃρημένης, ἐχόντων δέ τι καὶ τῶν νεανίσκων θρασὺ καὶ δύσνουν εἰς τὸν γεγεννηκότα μνήμῃ τε τῆς μητρὸς οἷα πάθοι παρὰ τὴν ἀξίαν καὶ τῇ τοῦ κρατεῖν ἐπιθυμίᾳ. πάλιν τε τὸ κακὸν ὅμοιον ἐγεγόνει τοῖς πρώτοις, βλασφημίαι μὲν ἐξ ἐκείνων εἴς τε τὴν Σαλώμην καὶ τὸν Φερώραν, κακοήθειαι δὲ τούτων εἰς τὰ μειράκια καὶ μετὰ πραγματείας ἐπιβουλή·","prev":{"citation":"Jewish Antiquities 60-6","label":"Τάδε ἔνεστιν ἐν τῇ ἑξκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/60-6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/60-6"},"next":{"citation":"Jewish Antiquities 69-5","label":"Τάδε ἔνεστιν ἐν τῇ ἑξκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/69-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/69-5"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}