{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 84-91","citation":"Flavius Josephus, Jewish Antiquities 84-91","ref":"84","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:84-91","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/84","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/84","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/84.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":299,"text":"αὐτός τε ὅπως ἔχοι στοργῆς καὶ εὐνοίας πρὸς αὐτὴν ἀνωμολογεῖτο καὶ τέλος, ὡς ἐν τοῖς ἐρωτικοῖς φιλεῖ, προύπιπτον εἰς δάκρυα μετὰ πολλῆς σπουδῆς ἐμπεφυκότες ἀλλήλοις. ἀεὶ δὲ καὶ μᾶλλον τοῦ βασιλέως πιστουμένου τὴν αὐτοῦ διάθεσιν οὐ φιλοῦντος, εἶπεν ἡ Μαριάμμη, τὸ κατὰ τὴν ἐντολήν, εἰ πάσχοι τι χαλεπὸν ὑπʼ Ἀντωνίου, κἀμὲ συναπολέσθαι τὴν οὐδενὸς αἰτίαν . τούτου προπεσόντος τοῦ λόγου περιπαθήσας ὁ βασιλεὺς εὐθὺς μὲν ἐκ τῶν χειρῶν αὐτὴν ἀφῆκεν, ἐβόα δὲ καὶ τῶν αὐτὸς ἑαυτοῦ τριχῶν ἐδράττετο, περιφανὲς φώριον ἔχειν τῆς τοῦ Ἰωσήπου πρὸς αὐτὴν κοινωνίας λέγων· οὐ γὰρ ἂν ἐξειπεῖν ἃ κατʼ ἰδίαν ἤκουσεν μὴ μεγάλης αὐτοῖς πίστεως ἐγγενομένης. οὕτως δʼ ἔχων ὀλίγου μὲν ἀπέκτεινε τὴν γυναῖκα, νικώμενος δὲ τῷ πρὸς αὐτὴν ἔρωτι ταύτης μὲν τῆς ὁρμῆς ἐκράτησεν ἑαυτοῦ διακαρτερήσας ὀδυνηρῶς καὶ δυσχερῶς, τὸν μέντοι Ἰώσηπον οὐδʼ εἰς ὄψιν ἐλθόντα διαχρήσασθαι προσέταξεν καὶ τὴν Ἀλεξάνδραν ὡς ἁπάντων παραιτίαν δήσας ἐφύλαττεν. Ἐν δὲ τούτῳ καὶ τὰ περὶ τὴν Συρίαν ταραχὰς εἶχεν οὐκ ἀνιείσης τῆς Κλεοπάτρας τὸν Ἀντώνιον μὴ πᾶσιν ἐπιχειρεῖν· ἔπειθεν γὰρ ἀφαιρούμενον ἑκάστων τὰς δυναστείας αὐτῇ διδόναι καὶ πλεῖστον ἴσχυεν ἐκ τῆς ἐκείνου πρὸς αὐτὴν ἐπιθυμίας. φύσει δὲ πλεονεξίᾳ χαίρουσα παρανομίας οὐδὲν ἔλιπεν, τὸν μὲν ἀδελφόν, ᾧ τὴν βασιλείαν ᾔδει γενησομένην, προανελοῦσα φαρμάκοις πεντεκαιδέκατον ἔτος ἔχοντα, τὴν δʼ ἀδελφὴν Ἀρσινόην ἱκετεύουσαν ἐν Ἐφέσῳ πρὸς τῷ τῆς Ἀρτέμιδος ἀποκτείνασα διʼ Ἀντωνίου· χρημάτων μὲν γὰρ εἵνεκεν, εἴ που μόνον ἐλπισθείη, καὶ ναοὶ καὶ τάφοι παρενομήθησαν, οὔθʼ ἱεροῦ τινος οὕτως ἀσύλου δόξαντος, ὡς μὴ περιαιρεθῆναι τὸν ἐν αὐτῷ κόσμον, οὔτε βεβήλου μὴ πᾶν ὁτιοῦν τῶν ἀπηγορευμένων παθόντος, εἰ μέλλοι μόνον εἰς εὐπορίαν τῇ τῆς ἀδικούσης πλεονεξίᾳ. τὸ δʼ ὅλον οὐδὲν αὔταρκες ἦν γυναικὶ καὶ πολυτελεῖ καὶ δουλευούσῃ ταῖς ἐπιθυμίαις, μὴ καὶ τὰ πάντα πρὸς τὴν ἐπίνοιαν ἐνδεῖν ὧν ἐσπουδάκει. διὰ ταῦτα καὶ τὸν Ἀντώνιον ἤπειγεν ἀεί τι τῶν ἄλλων ἀφαιρούμενον αὐτῇ χαρίζεσθαι, καὶ διαβᾶσα σὺν ἐκείνῳ τὴν Συρίαν ἐπενόει κτῆμα ποιήσασθαι.","prev":{"citation":"Jewish Antiquities 77-5-83","label":"77 to 83","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/77-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/77-5"},"next":{"citation":"Jewish Antiquities 92-4-95","label":"92 to 95","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/92-4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/92-4"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}