{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 84-2-91","citation":"Flavius Josephus, Jewish Antiquities 84-2-91","ref":"84-2","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:84-2-91","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/84-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/84-2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/84-2.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":271,"text":"ὁπότε ἐκεῖνος ἀφίκοιτο, παντί τε τρόπῳ φιλότητα τὴν πρὸς αὐτὸν ἐνεδείκνυτο, δεδιὼς μὴ καί τι ὑποτοπηθεὶς ὑπερβάλλοιτο μὲν ὁδοὺς τὰς πρὸς αὐτόν, τῇ δὲ Ῥώμῃ ἐνδιαιτώμενος κτήσεις ἐφεδρεύοι τῇ βασιλείᾳ καὶ δὴ καὶ διαπράσσοι τι αὐτῇ. τούτοις ἐν Κιλικίᾳ τοῖς γράμμασιν ἐπιτυγχάνει, τοῖς δὲ τὴν Φερώρου τελευτὴν διασαφοῦσιν ἐν Τάραντι πρότερον, δεινῶς τε ἤνεγκεν οὐκ εὐνοίᾳ τῇ Φερώρου, διότι δὲ τοῦ πατρὸς τὴν ἀναίρεσιν οὐ διαπραξάμενος ὥσπερ ὑπέσχετο ἀπέθανε. περὶ δὲ Κελένδεριν τῆς Κιλικίας γενόμενος ἐνεδοίαζεν ἤδη περὶ τοῦ οἴκαδε πλοῦ δεινῶς τῇ ἐκβολῇ τῆς μητρὸς λελυπημένος, καὶ τῶν φίλων οἱ μὲν ἐκέλευον αὐτὸν ταῦτά πῃ καραδοκοῦντα ἀνέχειν, οἱ δὲ μὴ διαμέλλειν τὸν οἴκαδε πλοῦν· λύσειν γὰρ παραγενόμενον αἰτίαν πᾶσαν, ὡς καὶ νῦν οὔτι ἑτέρωθεν, ἀλλὰ διὰ τὴν ἐκείνου ἀπουσίαν ἰσχὺν τοῖς κατηγόροις ὑπογενέσθαι. τούτοις πεισθεὶς ἔπλει τε καὶ προσέσχε τῷ Σεβαστῷ λιμένι λεγομένῳ, ὃν κατασκευάσας Ἡρώδης πολλῶν χρημάτων ἐπὶ τιμῇ τῇ Καίσαρος καλεῖ Σεβαστόν. ἐν προύπτοις δʼ ἦν Ἀντίπατρος ἤδη τοῖς κακοῖς μήτε προσιόντος αὐτῷ μηδενὸς μήτε προσαγορεύοντος ὥσπερ ὅτʼ ἐξῄει μετʼ εὐχῶν καὶ ἀγαθῶν ἐπιφημισμάτων ταῖς ἐναντιωτάταις ἀραῖς οὐκ ἐκωλύοντο αὐτὸν δέχεσθαι ποινὴν τοῖς ἀδελφοῖς ἀποτίνειν ὑπειληφότες. Ἐτύγχανεν δʼ ἐν Ἱεροσολύμοις κατὰ τοῦτον τὸν καιρὸν Οὔαρος Κοϊντίλιος, διάδοχος μὲν Σατορνίνῳ τῆς ἐν Συρίᾳ ἀρχῆς ἀπεσταλμένος, ἥκων δὲ αὐτός τε σύμβουλος Ἡρώδῃ περὶ τῶν ἐνεστηκότων αὐτῷ δεηθέντι. καὶ αὐτῶν συνεδρευόντων παρῆν ὁ Ἀντίπατρος οὐδενὸς αὐτῷ ἐκπύστου γεγονότος. εἴσεισιν δὲ εἰς τὸ βασίλειον ἔτι πορφυρίδας ἀμπεχόμενος, καὶ αὐτὸν μὲν δέχονται οἱ ἐπὶ θύραις, ἀνείργουσι δὲ τοὺς φίλους. ἐθορυβεῖτο δὲ ἤδη σαφῶς οἷ ἐληλύθει κατανοῶν, ἐπειδὴ καὶ ὁ πατὴρ προσιόντα αὐτὸν ὡς ἀσπάσαιτο ἀπεώσατο, ἀδελφοκτονίαν τε ἐπικαλῶν καὶ βούλευσιν ὀλέθρου τοῦ ἐπʼ αὐτῷ, πάντων τε ἀκροατὴν καὶ δικαστὴν ἔσεσθαι Οὔαρον τῇ αὔριον.","prev":{"citation":"Jewish Antiquities 78-8-83","label":"78 to 83","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/78-8","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/78-8"},"next":{"citation":"Jewish Antiquities 92-5","label":"Τάδε ἔνεστιν ἐν τῇ ἑπτακαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/92-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/92-5"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}