{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities 92-7-100","citation":"Flavius Josephus, Jewish Antiquities 92-7-100","ref":"92-7","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:92-7-100","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/92-7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/92-7","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/92-7.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":281,"text":"Μετʼ οὐ πολὺν δὲ χρόνον πεντηκοστὸν μὲν καὶ πέμπτον ἀπὸ γενεᾶς πληρώσας ἔτος τέταρτον δὲ πρὸς εἰκοστῷ δυναστεύσας, καταλιπὼν παῖδας ἄρρενας εἰκοσιτέσσαρας καὶ θυγατέρας εἰκοσιτέσσαρας καταστρέφει τὸν βίον. τὴν μέντοι διαδοχὴν τῆς ἀρχῆς τὸν ἀδελφὸν Μονόβαζον ἐκέλευεν παραλαβεῖν, ἀμειβόμενος αὐτὸν ὅτι κατὰ τὴν ἀποδημίαν αὐτοῦ μετὰ τὸν τοῦ πατρὸς θάνατον πιστῶς φυλάξειεν αὐτῷ τὴν δυναστείαν. ἡ δὲ μήτηρ Ἑλένη τὸν τοῦ παιδὸς θάνατον ἀκούσασα βαρέως μὲν ἤνεγκεν ὡς εἰκὸς μητέρα στερομένην εὐσεβεστάτου παιδός, παραμυθίαν δʼ ὅμως εἶχεν τὴν διαδοχὴν ἀκούσασα εἰς τὸν πρεσβύτερον αὐτῆς υἱὸν ἥκουσαν, καὶ πρὸς αὐτὸν ἔσπευδεν. παραγενομένη δὲ εἰς τὴν Ἀδιαβηνὴν οὐ πολὺν Ἰζάτῃ τῷ παιδὶ χρόνον ἐπεβίωσεν. ὁ δὲ Μονόβαζος τά τε ἐκείνης ὀστᾶ καὶ τὰ τοῦ ἀδελφοῦ πέμψας εἰς Ἱεροσόλυμα θάψαι προσέταξεν ἐν ταῖς πυραμίσιν, ἃς ἡ μήτηρ κατεσκευάκει τρεῖς τὸν ἀριθμὸν τρία στάδια τῆς Ἱεροσολυμιτῶν πόλεως ἀπεχούσας. ἀλλὰ Μονόβαζος μὲν ὁ βασιλεὺς ὅσα κατὰ τὸν τῆς ζωῆς χρόνον ἔπραξεν, ὕστερον ἀπαγγελοῦμεν. Φάδου δὲ τῆς Ἰουδαίας ἐπιτροπεύοντος γόης τις ἀνὴρ Θευδᾶς ὀνόματι πείθει τὸν πλεῖστον ὄχλον ἀναλαβόντα τὰς κτήσεις ἕπεσθαι πρὸς τὸν Ἰορδάνην ποταμὸν αὐτῷ· προφήτης γὰρ ἔλεγεν εἶναι, καὶ προστάγματι τὸν ποταμὸν σχίσας δίοδον ἔχειν ἔφη παρέξειν αὐτοῖς ῥᾳδίαν. καὶ ταῦτα λέγων πολλοὺς ἠπάτησεν. οὐ μὴν εἴασεν αὐτοὺς τῆς ἀφροσύνης ὄνασθαι Φᾶδος, ἀλλʼ ἐξέπεμψεν ἴλην ἱππέων ἐπʼ αὐτούς, ἥτις ἀπροσδόκητος ἐπιπεσοῦσα πολλοὺς μὲν ἀνεῖλεν, πολλοὺς δὲ ζῶντας ἔλαβεν, αὐτὸν δὲ τὸν Θευδᾶν ζωγρήσαντες ἀποτέμνουσι τὴν κεφαλὴν καὶ κομίζουσιν εἰς Ἱεροσόλυμα. τὰ μὲν οὖν συμβάντα τοῖς Ἰουδαίοις κατὰ τοὺς Κουσπίου Φάδου τῆς ἐπιτροπῆς χρόνους ταῦτʼ ἐγένετο. Ἦλθε δὲ Φάδῳ διάδοχος Τιβέριος Ἀλέξανδρος Ἀλεξάνδρου παῖς τοῦ καὶ ἀλαβαρχήσαντος ἐν Ἀλεξανδρείᾳ γένει τε καὶ πλούτῳ πρωτεύσαντος τῶν ἐκεῖ καθʼ αὑτόν. διήνεγκε καὶ τῇ πρὸς τὸν θεὸν εὐσεβείᾳ τοῦ παιδὸς Ἀλεξάνδρου· τοῖς γὰρ πατρίοις οὐκ ἐνέμεινεν οὗτος ἔθεσιν.","prev":{"citation":"Jewish Antiquities 85-5-91","label":"85 to 91","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/85-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/85-5"},"next":{"citation":"Jewish Antiquities 101-5-109","label":"101 to 109","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/101-5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/101-5"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}