{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Jewish Antiquities Section arg-12","citation":"Flavius Josephus, Jewish Antiquities Section arg-12","ref":"Section arg-12","level":null,"urn":"urn:cts:greekLit:tlg0526.tlg001:Section arg-12","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/Section%20arg-12","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/Section%20arg-12","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/Section%20arg-12.md","author":{"name":"Flavius Josephus","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus"},"work":{"title":"Jewish Antiquities","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text","urn":"urn:cts:greekLit:tlg0526.tlg001"},"verse":false,"words":408,"text":"Ὡς Ἰωνάθης ἀδελφὸς ὢν Ἰούδα τελευτήσαντος αὐτοῦ τὴν ἡγεμονίαν παρέλαβεν. ὡς πολεμήσας Βακχίδην ἠνάγκασεν φιλίαν ποιησάμενον πρὸς αὐτὸν ἀπελθεῖν ἐκ τῆς χώρας. ὅτι Ἀλέξανδρος ὁ τοῦ Ἐπιφανοῦς Ἀντιόχου υἱὸς ἐλθὼν εἰς Συρίαν ἐξήνεγκεν πόλεμον πρὸς Δημήτριον. ὡς Δημήτριος πρεσβευσάμενος πρὸς Ἰωνάθην ποιεῖται συμμαχίαν πρὸς αὐτὸν αὐτόν τε πολλοῖς δωρησάμενος καὶ τὸ ἔθνος ἡμῶν. ὡς Ἀλέξανδρος ταῦτα ἀκούσας καὶ ὑπερβαλὼν τὰ παρὰ τοῦ Δημητρίου καὶ ἀποδείξας Ἰωνάθην ἀρχιερέα συμμαχεῖν ἔπεισεν αὐτῷ. ἡ Ὀνίου φιλία πρὸς τὸν Φιλομήτορα Πτολεμαῖον κατὰ τὸν αὐτὸν καιρὸν γενομένη, καὶ ὡς ᾠκοδόμησεν τὸν Ὀνίου καλούμενον ναὸν πρὸς τὸν ἐν Ἱεροσολύμοις ὄντα. ὅτι Ἀλέξανδρος ἀποθανόντος Δημητρίου σφόδρα ἐτίμησεν Ἰωνάθην. ὡς Δημήτριος ὁ Δημητρίου παῖς πλεύσας εἰς τὴν Συρίαν ἀπὸ Κρήτης καὶ πολεμήσας τὸν Ἀλέξανδρον καὶ κρατήσας αὐτοῦ αὐτὸς ἐβασίλευσεν φιλίαν πρὸς Ἰωνάθην ποιησάμενος. ὡς Τρύφων ὁ Ἀπαμεὺς καταπολεμήσας Δημήτριον Ἀντιόχῳ τῷ Ἀλεξάνδρου υἱῷ παρέδωκεν τὴν βασιλείαν ποιησάμενος καὶ αὐτὸς σύμμαχον Ἰωνάθην. ὡς Δημητρίου ὑπὸ Πάρθων αἰχμαλώτου ληφθέντος παρεσπόνδησεν τὸν Ἰωνάθην καὶ δόλῳ λαβὼν αὐτὸν ἀπέκτεινεν καὶ πόλεμον ἐξήνεγκεν πρὸς τὸν ἀδελφὸν αὐτοῦ Σίμωνα. ὡς Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ τὴν στρατηγίαν ἐνεχείρισεν τὸ ἔθνος καὶ ἀπέδειξεν αὐτὸν ἀρχιερέα. ὡς ἐπολιόρκησεν ἐν Δώροις Τρύφωνα σύμμαχος γενόμενος Ἀντιόχῳ τῷ Δημητρίου ἀδελφῷ τῷ καὶ Εὐσεβεῖ ἐπικληθέντι. ὡς Τρύφωνος ἀναιρεθέντος Ἀντίοχος ἐπολέμησεν Σίμωνα κἀκεῖνος Κενδεβαῖον τὸν στρατηγὸν αὐτοῦ νικήσας τῆς Ἰουδαίας ἐξέβαλεν. ὅτι ὑπὸ τοῦ γαμβροῦ Πτολεμαίου ἐν συμποσίῳ δολοφονηθεὶς ἀπέθανεν, καὶ Πτολεμαῖος δήσας αὐτοῦ τὴν γυναῖκα καὶ τὰ τέκνα τὴν ἀρχὴν αὐτὸς ἐπεχείρησεν κατασχεῖν. ὡς ὁ νεώτατος τῶν Σίμωνος υἱῶν Ὑρκανὸς φθάσας αὐτὸν καὶ τὴν ἡγεμονίαν παραλαβὼν ἐπολιόρκησεν τὸν Πτολεμαῖον εἴς τι φρούριον ἐγκλείσας Δαγὼν καλούμενον. ὡς στρατευσάμενος ἐπὶ Ὑρκανὸν Ἀντίοχος ὁ καλούμενος Εὐσεβὴς καὶ προσκαθίσας τῇ τῶν Ἱεροσολυμιτῶν πόλει διέλυσε τὴν πολιορκίαν λαβὼν παρὰ Ὑρκανοῦ τάλαντα τριακόσια καὶ συμμαχίαν πρὸς αὐτὸν καὶ φιλίαν συνθέμενος. Ὑρκανοῦ στρατεία μετὰ τὴν Ἀντιόχου τελευτὴν ἐν Μήδοις ἀποθανόντος ἐπὶ Συρίαν καὶ ὡς πολλὰς πόλεις κατὰ κράτος εἷλεν. φιλία πρὸς Ὑρκανὸν Ἀλεξάνδρου τοῦ Ζαβίνα κληθέντος. ὡς ἡττηθεὶς ὑφ' Ὑρκανοῦ Ἀντίοχος ὁ Κυζικηνὸς ἐξέπεσεν τῆς Ἰουδαίας. ὡς παραλαβὼν Ἀριστόβουλος τὴν ἀρχὴν διάδημα περιέθετο πρῶτος. ὡς τελευτήσαντος Ἀριστοβούλου ὁ ἀδελφὸς αὐτοῦ τὴν ἀρχὴν παραλαβὼν Ἀλέξανδρος ἐστράτευσεν ἐπὶ Συρίαν καὶ Φοινίκην καὶ Ἀραβίαν καὶ πολλὰ τῶν ἐθνῶν ἐχειρώσατο. Πτολεμαίου τοῦ Λαθούρου πρὸς αὐτὸν μάχη καὶ νίκη. ὡς στρατευσάμενος Δημήτριος ὁ Εὔκαιρος λεγόμενος ἐπὶ Ἀλέξανδρον ἐκράτησεν αὐτοῦ. Ἀντιόχου τοῦ καὶ Διονύσου λεγομένου στρατεία ἐπὶ Ἰουδαίαν καὶ ὡς ἐκράτησεν τῇ μάχῃ. ὡς μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἡ γυνὴ αὐτοῦ Ἀλεξάνδρα τὴν βασιλείαν ἔτεσιν ἐννέα κατασχοῦσα καὶ βιώσασα μετὰ εἰρήνης καὶ δόξης ἀπέθανεν. περιέχει ἡ βίβλος χρόνον ἐτῶν ὀγδοήκοντα καὶ δύο.","prev":{"citation":"Jewish Antiquities 428-434","label":"428 to 434","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/428","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/428"},"next":{"citation":"Jewish Antiquities 1-13-4","label":"1 to 4","url":"https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/1-13","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/1-13"},"credit":{"text":"Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/","quality":"proofread"}}