{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.103","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.103","ref":"1.103","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.103","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.103","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.103.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":388,"text":"ποικίλους. Καὶ πρὸς τούτοις δίδωμι, ἐκτὸς ὧν ἡτοίμασα εἰς οἶκον τὸν ἅγιον, χρυσίου τοῦ ἐξ Ὡφεὶρ τάλαντα τρισχίλια, καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου, τοῦ ἐξαλειφθῆναι ἐν αὐτοῖς τοῖς τοίχοις τοῦ ἱεροῦ.» Οἱ δὲ ἄρχοντες τῶν υἱῶν Ἰσραὴλ ἔδωκαν εἰς τὰ ἔργα τοῦ οἴκου τοῦ Θεοῦ χρυσίου σάλαντα ἑπτακισχίλια καὶ ἀργύριον καὶ λίθους τιμίους καὶ χαλκὸν ἄπειρον. Καὶ εὐλογήσας τὸν λαὸν ὁ Δαβὶδ καὶ ἀποστείλας εἰπεν αὖθις τῷ υἱῷ αὐτοῦ· «Καὶ νῦν, Σολομῶν, γνῶθι τὸν Θεὸν τῶν πατέρων σου, καὶ δούλευσον αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι καρδίας πάσας ἐτάζει Κύριος καὶ πᾶν ἐνθύμημα γινώσκει. Καὶ ἐὰν ζητήσῃς αὐτὸν, εὐρεθήσεταί σοι· καὶ ἐὰν καταλείψῃς αὐτὸν, καταλείπε· σε εἰς τέλος.» Καὶ ἔδωκε Δαβὶδ Σολομῶντι τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ παντὸς καὶ τῶν Χερουβὶμ τῶν διαπεπετασμένων ταῖς πτέρυξι καὶ σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ διαθήκης Κυρίου. Πάντα ἐν γραφῇ χειρὸς Κυρίου δέδωκε Δαβὶδ Σολομῶντι τῷ υἱῷ αὐτοῦ, λέγων. «Ἴσχυε καὶ ἀνδρίζου, ὅτι Κύριος ὁ Θεός μου μετὰ σοῦ.» Καὶ μετὰ ταῦτα ἐτελεύτησε Δαβὶδ πλούτῳ καὶ δόξῃ καὶ εὐσεβείᾳ ἐν γήρει καλῷ καὶ πλήρης ἐιερῶν, ἐτῶν οʹ. Φησὶ γάρ· «Καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν τὸν Σαοὺλ, καὶ ἔοχονται οἱ ἄνδρες τῆς Ἰουδαίας ἐν Χεβρὼν, καὶ χρίουσιν αὐτὸν εἰς βασιλέα ἐπὶ πάντα Ἰσραήλ. Τριάκοντα ἐτῶν Δαβὶδ ἐν τῷ βασιλεύειν αὐτόν. Καὶ ἐβασίλευσεν ἔτη τεσσαράκοντα.» Ἀλλὰ τῆς μὲν βασιλικῆς χρίσεως διὰ Σαμουὴλ ἠξιώθη, τὰς δέ γε τοῦ λαοῦ ἀναγορεύσεις ἡ ἱστορία χρίσεις ἀδιαφόρως ὠνόμασε. Τελευτήσας τοίνυν ἐτάφη ἐν τῇ πόλει Ἰερουσαλὴμ εἰς τὸ μέγιστον μνῆμα, ὃ ᾠκοδόμησεν ὁ σοφώτατος υἱὸς αὐτοῦ Σολομῶν παρὰ τὴν Σιλωάμ. Βασιλεύει δὲ ὁ Δαβὶδ ἑπτὰ μὲν ἔτη περιόντος τοῦ Σαοὺλ, μετὰ δὲ τὴν τελευτὴν τούτου λγʹ. Προεφήτευσε δὲ αὐτός τε Δαθὶδ καὶ Γὰδ καὶ Νάθαν καὶ Ἀσὰφ καὶ Ἰδιθούμ. Ἐστρατηλάτει δὲ αὐτῷ Ἰωὰβ, ὃς ἠρίθμησε τὸν λαὸν, καὶ εὑρέθη χίλιαι ἐκατὸν χιλιάδες, τοῦ δὲ Ἰούδα υο´ χιλιάδες. Τὸν δὲ Λευῒ καὶ τὸν Βενιαμὶν οὐκ ἠρίθμησαν. Πεπτώκασι δὲ κατ´ ὀργὴν Θεοῦ ἐκ τοῦ λαοῦ ἐν τρισὶν ὥραις χιλιάδες οʹ. Σημειωτέον ὡς ἡνίκα τις ἀπόκειται τοῖς ἀνομοῦσι καὶ καταφρονοῦσιν ἐξαισία πληγὴ καὶ ὁργὴ παρὰ τῷ δικαίοις τὰ πάντα διευθετοῦντι ζυγοῖς, συγχωρεῖταί τις ἐνεργηθῆναι πονηροπραξία τοῖς τοῦ λαοῦ ἡγουμένοις, ὡς ἂν μὴ ἀλόγως μηδὲ ὡς ἐξ αὐτομάτου, ἀλλ´ ἐκ δικαίας κρίσεως ἐπάγεσθαι πιστεύοιτο τὰ κακά. Οὐ δεῖ δὲ οἵεσθαι ὡς διὰ μόνην τῶν ἀρχόντων τὴν ἀπροσεξίαν ἐξαίσιοι θάνατοι [Ρ. Οἱ]καὶ συμφορῶν ὑπερβολαὶ τοῖς λαοῖς καὶ κοιναὶ τοῖς ὄχλοις","prev":{"citation":"Compendium Historiarum 1.102","label":"1.102","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.102","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.102"},"next":{"citation":"Compendium Historiarum 1.104","label":"1.104","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.104","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.104"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}