{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.111","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.111","ref":"1.111","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.111","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.111","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.111.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":446,"text":"ἕως ἡμερῶν τριῶν· ἀναστρέψατε, καὶ λαλήσω ὑμῖν. [Ρ. θθ] Καὶ ἀπήγγειλε Ῥοβοὰμ τοῖς πρεσβυτέροις τὸ ῥῆμα τοῦ λαοῦ. Καὶ αὐτοὶ εἶπον· Ὡς ᾐτήσαντό σε ποιήσεις, καὶ αὐτοὶ δοῦλοί σου πάσας τὰς ἡμέρας. Καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν παρεστώτων αὐτῷ περὶ τούτου, καὶ αὐτοὶ εἶπον· Λάλησον τῷ λαῷ οὕτως· Ἡ σμικρότης μου παχυτέρα ἐστὶ τῆς ὀσφύος τοῦ πατρός μου. Ὁ πατήρ μου ὑπέτασσεν ὑμᾶς ἐν κλοιῷ βαρεῖ, ἐγὼ προσθήσω ἐπὶ τῷ κλοιῷ αὐτοῦ· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξιν, ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίῳ. Ταύτην τὴν βουλὴν τῶν παιδαρίων εἶπε Ῥοβοὰμ ὑποστρέψαντι τῷ Ἰσραήλ· καὶ ἀπεκρίθη πᾶς ὁ λαός· Οὐκ ἔστιν ἡμῖν ἔτι μερίς ἐν Δαβὶδ, οὐδὲ κληρονομία ἐν υἱῇ Ἰεσσαί. Ἀπότρεχε, Ἰσραὴλ, εἰς τὰ σκηνώματά σου, βόσκε τὸν οἶκόν σου, Δαβὶδ, καὶ κρῖνε. Καὶ διεμερίσθη ἡ βασιλεία Σολομῶντος· καὶ αὐτῷ μὲν τῷ Ῥοβοὰμ ἡ ἐξ Ἰούδα παραμένει φυλὴ καὶ ἡ τοῦ Βενιαμὶν, αἱ δὲ λοιπαὶ δέκα φυλαὶ Ἱεροβοὰμ τὸν τοῦ Ναβὰτ προεστήσαντο βασιλέα. Ἡν μὲν τῷ Ῥοβοὰμ τῆς βασιλείας ὁ οἶκος ἐν Ἰερουσαλὴμ, ἐκαλεῖτο δὲ τὸ ὑπ´ αὐτὸν ταττόμενον πλῆθος Ἰούδας καὶ ὁ οἶκος Δαβὶδ, ἐκ τῆς ἐπικρατεστέρας φυλῆς εἰληφὼς τὴν προσηγορίαν. Τοῦ δὲ Ἱεροβοὰμ Σαμάρεια ἡ μητρόπολις, ὁ δὲ τῆς βασιλείας οἶκος ἐν Θαρσᾷ· ὄνομα δὲ τῷ ὑπ´ αὐτὸν λαῷ Ἰσραὴλ διὰ τὸ πλῆθος καὶ Ἐφραῖμ διὰ τὴν τῆς βασιλείας φυλήν. Κατὰ δὲ τὸν ὄγδοον μῆνα, ἐν τῇ πεντεκαιδεκάτη τοῦ μηνὸς, ἀνέβη Ἱεροβοὰμ ἐν Βεθὴλ εἰς τὸ θυσιαστήριον ὃ ἐποίησε τοῦ θύειν ταῖς δαμάλεσιν αἱς ἐχώνευσε, καὶ παρέστησε τοὺς ἱερεῖς τῶν ὑψηλῶν οθς αὐτὸς κατέστησεν ἐν αὐτοῖς. Καὶ ἰδοὺ ἄνθρωπος τοῦ Θεοῦ παρεγένετο ἐν Βεθήλ, ἐν λόγῳ Κυρίου ἐξ Ἰούδα· καὶ Ἰεροβοὰμ εἰστήκει ἐπὶ τὸ θυσιαστήριον αὐτοῦ τοῦ θῦσαι. Καὶ εἶπεν ὀ ἄνθρωπος πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ Κυρίου· Θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει Κύριος· Ἰδοὺ υἱὸς τίκτεται ἐν τῷ οἴκῳ Δαβὶδ, Ἰωσίας ὄνομα αὐτῷ. Καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν θυόντων εἰς σὲ, καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ. Καὶ ἔδωκεν εὐθὺς τέρας, λέγων· Ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ οὐσα ἐπ´ αὐτῷ. Καὶ ὡς ἤκουσεν Ἰεροβοὰμ, ἐξέτεινε τὴν χεῖρα αὐτοῦ συλλαβέσθαι αὐτόν. Καὶ ἰδοὺ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, καὶ τὸ θυσιαστήριον ἐῤῥάγη, καὶ ἡ πιότης αὐτοῦ ἐξεχύθη. Καὶ εἶπεν Ἰεροβοάμ· Δεήθητι τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ σου, καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρός με. Καὶ ἐδεήθη ὁ ἄνθρωπος τοῦ Θεοῦ, καὶ ἐγένετο ἡ χεὶρ αὐτοῦ ὑγιής. Καὶ ἀπὴλθεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἀπὸ προσώπου Ἰεροβοάμ. Ἡν δέ τις ἄλλος ψευδοπροφήτης, κατοικῶν ἐν][Ῥ.] Βεθὴλ, πρεσβύτης· καὶ μαθὼν ὅσα ἐποίησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, κατεδίωξεν ὀπίσω αὐτοῦ, καὶ εὖρεν αὐτὸν καθήμενον ἐπὶ δρῦν, καὶ εἶπεν αὐτῷ· Δεῦρο μετ´ ἐμοῦ, καὶ φάγε ἄρτον. Καὶ εἴπεν· Οὐ φάγωμαι ἄρτον οὐδὲ πίωμαι ὕδωρ ἐν τῷ τόπῳ τούτῳ, ὅτι Κύριος ἐνετείστρέψαι","prev":{"citation":"Compendium Historiarum 1.110","label":"1.110","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.110","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.110"},"next":{"citation":"Compendium Historiarum 1.112.1-20","label":"1.112.1 to 1.112.20","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.112.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.112.1"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}