{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.115","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.115","ref":"1.115","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.115","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.115","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.115.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":389,"text":"Παράθες αὐτοῖς ἄρτον καὶ ὕδωρ.» Καὶ φαγόντες ἀπῆλθον πρὸς τὸν κύριον αὐτῶν, καὶ οὐ προσέθεντο ἔτι οἱ μονόζωνοι Συρίας τοῦ ἐλθεῖν εἰς τὸν Ἰσραήλ. Μετὰ δὲ Ὀχοζίαν ἐβασίλευσεν Ἰωρὰμ ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου. Καὶ ἐσφάγη ὑπὸ Ἰησοῦ, βασιλεύσας ἔτη δεκαδύο· ὃς ὑποτάξας τὸν Μασὰ βασιλέα Μωὰβ, ἦν λαμβάνων ἐξ αὐτοῦ φόοον κατ´ ἐνιαυτὸν, ἀρνοὺς χιλιάδας ἑκατὸν καὶ κριοὺς χιλιάδας ἑκατόν. Ἐφ´ οὖ ἀνελήφθη ὁ μέγας Ἡλίας. Καὶ ἠλθεν ὁ βασιλεὺς Συρίας καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν, καὶ γέγονε λιμὸς μέγας ὥστε πραθῆναι κεφαλὴν ὄνου ἀργυρίων τριάκοντα, Καὶ ἦν Ἰωρὰμ διαπορευόμενος ἐπὶ τοῦ τείχους. Καὶ γυνή τις ἐβόησε πρὸς αὐτόν· «Σῶσον, Κύριε βασιλεῦ.» Καὶ ἀποκριθεὶς εἶπε· Μὴ σῶσαί σε Κύριος· πόθεν σώσω σε; Μὴ ἀπὸ τῆς ἅλωνος ἢ ἀπὸ τῆς ληνοῦς» Καί φησιν ἡ γυνή· «Οὐχὶ, βασιλεῦ. [Ρ.] Ἀλλ´ ἡ γυνὴ αὕτη εἰπέ μοι, Δὸς τὸν υἱόν σου, φαγώμεθα αὐτὸν σήμερον, καὶ τὸν υἱόν μου αὔριον· καὶ ἑψήσαντες αὐτὸν χθὲς ἐφάγομεν, καὶ σήμερον ἔκρυψε τὸν υἱὸν αὐτῆς.» Ὅπερ ἀκούσας βασιλεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν. Καὶ ἀποκριθεὶς εἴπε· «Τάδε ποιήσει μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ Ἑλισσαίου σήμερον ἐπ´ αὐτῷ.» Καὶ ἀπέστειλε τὸν τριστάτην, ἐφ´ ὃν ἐπανεπαύετο. Καὶ εἰπε πρὸς αὐτὸν ὁ προφήτης· «Τάδε λέγει Κύριος· αὔριον, ὡς ἡ ὥρα αὕτη, μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῆς σίκλου ἐν ταῖς πύλαις Σαμαρείας.» Καὶ εἶπεν ὁ τριστάτης· «Εἰ ἀνοίξει Κύριος τοὺς καταῤῥάκτας τοῦ οὐρανοῦ, οὐ μὴ ἔσται τοῦτο.» Ὁ δὲ Ἑλισσαῖος φησίν· «Ἰδοὺ ὄψει τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖθεν οὐ μὴ φάγῃ.» Καὶ ἄνδρες λεπροὶ τέσσαρες παρὰ τὴν πύλην τῆς πόλεως καθήμενοι, καὶ τὸν λιμὸν μὴ φέροντες, ἐβουλεύσαντο πρὸς τοὺς ἐναντίους αὐτομολῆσαι. Καὶ διαναστάντες ἐν τῷ σκότει εἰσῆλθον εἰς τὴν παρεμβολὴν Συρίας. Καὶ ἰδοὺ οὐκ ἦν ἀνὴρ ἐκεῖ, ὅτι Κύριος ἀκουστὴν ἐποίησε τὴν παρεμβολὴν Συρίας φωνὴν ἁρμάτων καὶ ἵππων καὶ δυνάμεως μεγάλης. Καὶ ἀπέδρασαν ἐν τῷ σκότει πάντες, καταλείψαντες ἅπαντα. Καὶ τῶν λεπρῶν διασαφησάντων ἐν τῇ πόλει, ἀπέστειλεν ὁ βασιλεὺς γνῶναι εἰ ἀληθὴς ο λόγος. Καὶ πορευθέντες ὀπίσω τοῦ βασιλέως Συρίας ἕως τοῦ Ἰορδάνου, ἰδοὺ πᾶσα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευῶν ὧν ἔῤῥιψεν ἐν τῶ θαμβεῖσθαι αὐτούς. Καὶ ὑποστρεψάντων τῶν ἀπεσταλμένων, ἐξῆλθεν ὁ λαὸς τῆς πόλεως καὶ διήρπασε τὴν παρεμβολὴν Συρίας, καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῆς σίκλου κατὰ τὸ ῥῆμα Κυρίου. Τοῦ δὲ βασιλέως καταστήσαντος τὸν τριστάτην ἐπὶ τῆς","prev":{"citation":"Compendium Historiarum 1.114","label":"1.114","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.114","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.114"},"next":{"citation":"Compendium Historiarum 1.116","label":"1.116","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.116","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.116"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}