{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.124","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.124","ref":"1.124","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.124","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.124","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.124.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":415,"text":"εδεν ἀνθρώπου δακτύλους γράφοντας ἐν τῷ τοίχῳ ν τὴν γραφὴν μόνος Δανιὴλ ἡρμήνευσεν. Ἔχει δὲ οὕτως· Μανί· ὅ ἐστιν, Ἐμέτρησεν ὁ Θεὸς τὴν βασιλείαν σουκαὶ ἐπλήρωσεν αὐτήν. Θεκέλ· Καὶ ἐστάθμησεν ἐν ζυγῷ καὶ εὐρέθη ὑστεροῦσα. Φαρές· Διᾔρηται ἡ βασιλεία σου καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις. Καὶ ἐν αὐτῇ τῇ νυκτὶ ἀναιρεῖται Βαλτάσαρ. Πἱότουοίνηίε ορἰε ἱειειῖαε, ἰαΠειεῖ νεὺεΑἰχμαλωτισθείσης τῆς Ἱερουσαλὴμ Ἰερεμίας, καίτοι πολλὰ παρὰ τῶν Χαλδαίων ἀναγκασθείς, ᾑρετίσατο μᾶλλον μετὰ τῶν καταλειφθέντων πενήτων ἐναπομεῖναι. Καὶ ὡς αὐτὸν εἰς τὸν βόρβορον ἔβαλλον, πολύστιχον βιβλίον συνέταξε. Κατὰ τοὺς καιροὺς ἐκείνους καὶ Ἰεζεκιὴλ ὁ θειότατος αἰχμάλωτος ἀναχθεὶς, ἐπὶ τοῦ ποταμοῦ λαχὼν τοῦ Χοβάρ, διανοιγέντων αὐτῷ τῶν οὐρανῶν, εἶδε δόξαν Θεοῦ, πνεῦμα ἐρχόμενον ἀπὸ βοῤῥᾶ, καὶ νεφέλην ἐν αὐτῷ, καὶ φέγγος κυκλόθεν, τὴν Τριάδα φανταζόμενοι· Ἐκεῖ καὶ τῶν χερουβὶμ εἶδεν ὑποτύπωσιν, ἐν προσώπῳ ἀνθρώπου καὶ μόσχου καὶ λέοντος καὶ ἀετοῦ ὑποτυπουμένην. Ὑπεράνω δὲ τούτων, ὡς εἶδος ἀνθρώπου, τὸν Θεὸν ἄνθρωπον ὁρῶν δι´ αὐτοῦ προφήτης τοῦ Ἰσραὴλ κατέστη, καὶ τῶν ἐσομένων τὴν γνῶσιν ἐντεῦθεν μεμυσταγώγηται. Μετὰ δὲ Ἰωακεὶμ ἐβασίλευσεν Ἰεχονίας υἱὸς αὐτοῦ, ὁ καὶ Ἰωακεὶμ, διὰ προστάγματος Ναβουχοδονόσορ. Καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου. Καὶ περὶ τοὺς φόρους ἀγνωμονήσαντος αὐτοῦ ἦλθεν αὖθις Ναβουχοδονόσορ εἰς τὴν πόλιν Ἰερουσαλὴμ, καὶ [ΡΙ] ἐπολιόρκει αὐτήν. Πρὸς ὃν Ἰεχονίας ἐξῆλθε σὺν μητρὶ καὶ τέκνοις καὶ τοῖς ἄρχουσιν αὐτοῦ. Καὶ εἰσῆλθον οἱ μεγιστᾶνες Ναβουχοδονόσορ εἰς τὴν πόλιν, καὶ ἐξήνεγκαν τοὺς θησαυροὺς Κυρίου καὶ τοῦ βασιλέως καὶ τὰ χρυσᾶ σκεύη ἃ ἐποίησε Σολομών ἐν ναῷ Κυρίου. Τὸν δὲ Σεδεκίαν ἀντὶ Ἰεχονίου καταστήσας, ἀπῴκισεν Ἰεχονίαν εἰς Βαβυλῶνα καὶ τὴν μητέρα καὶ τοὺς ἄρχοντας αὐτοῦ, βασιλεύσαντα μῆνας τρεῖς. Περὶ οὗ παλιν Ἱερεμίας ἔλεγεν· «Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστιν χρεία, ὅτι ἀπεῤῥίφη καὶ ἐξεβλήθη εἰς γῆν, ἣν οὐκ δει, λέγει Κύριος. Γῆ, γῆ, ἄκουσον λόγον Κυρίου· γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθψμενος ἐπὶ θρόνου Δαβὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδα.» Ἀετὰ δὲ Ἰεχονίαν ἐβασίλευσεν Σεδεκίας, πατράδελφος αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου. Καὶ περὶ τὴν φορολογίαν ὡσαύτως παρασπονδήσαντος αὐτοῦ ἠλθε πάλιν Ναβουχοδονόσορ εἰς Ἱερουσαλὴμ, καὶ ἐπολιόρκει αὐτὴν ἔτη δύο. Καὶ προφητεύσας Ἱερεμίας τὴν ἅλωσιν τῆς πόλεως δέσμιος ἐβλήθη ὑπὸ Σεδεκίου ἐν λάκκῳ. Μετὰ δὲ τὸ λυθῆναι αὐτὸν τοῦ δεσμοῦ, λαβὼν τὴν κιβωτὸν καὶ τὸ θυ. σιαστήριον καὶ τὴν τράπεζαν κᾶὶ τὴν λυχνίαν ἐκ τοῦ ναοῦ ἐν λόγῳ Κυρίου, μέλλουσαν τὴν πόλιν ἥδη παραλαμβάνεσθαι, κατέκρυψεν ἐν ἀδήλῳ τόπῳ· καὶ οὐχ εὐρέθησαν ἔτι, ὡς ἡ τῶν Μακαβαίων βίβλος λέγει. Ὁ δέ γε Ναβουχοδονόσορ παραλαβὼν τὴν πόλιν ἐνέπρησε πᾶσαν. Τὸν δὲ Σεδεκίαν χειρωσάμενος, τὴν μὲν γυναῖκα καὶ τὰ τέκνα αὐτοῦ κατ´","prev":{"citation":"Compendium Historiarum 1.123","label":"1.123","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.123","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.123"},"next":{"citation":"Compendium Historiarum 1.125.1-22","label":"1.125.1 to 1.125.22","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.125.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.125.1"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}