{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.145","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.145","ref":"1.145","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.145","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.145","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.145.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":438,"text":"ώς «Ἐπὶ Δαρείου τοῦ πρώτου μου ἀνδρὸς ἦν τις ἀνὴρ Ἑβραῖος προφήτης, σοφίαν ἔχων Θεοῦ, ὀνόματι Δανιὴλ, ὅντινα ἐν πολλῇ τιμῇ εἶχε Δαρεῖος ὁ βασιλεὺς, οὐ χωρὶς οὐδὲν ἔπραττεν ἐν τοῖς πολεμίοις·. ὅστις μετὰ τὴν τελευτὴν ἐκείνου πλούσιος ὢν καὶ γεγηρακὼς ἰδίαζεν εἰς τὴν Μαραβίτιδα χώραν. Ὁ δὲ Κῦρος, ἀκούσας ταῦτα, ἔπεμψε πρὸς αὐτὸν τοὺς μεγιστᾶνας αὐτοῦ, ὅπως μετὰ τιμῆς ἀγάγωσιν αὐτόν. Ὁ δὲ Κροῖσος βασιλεὺς Λυδῶν, ἐπιλεξάμενός τινας τῶν οἰκείων αὐτοῦ, δοὺς αὐτοῖς δῶρα εὐτελῆ καὶ ἄλλα δῶρα βασιλικὰ, ἀποστέλλει αὐτοὺς ἐα Δελφοῖς εἰς τὸ Ἀπόλλωνος μαντεῖον εἰρηκώς αὐτοῖς· Ἀλλάξατε τὰ σχήματα, καὶ ἀνέλθετε εἰς τὸ μαντεῖον, καὶ ἐπίδοτε εὐτελῆ δῶρα τῶ ἱερεῖ, λέγοντες, ὅτι, Αἰγύπτιοί ἐσμεν, καὶ ἤλθομεν ἐπερωτῆσαι τὴν Πυθίαν, καὶ ἐκ τοῦ τῆς ὁδοῦ μήκους ἐληθαργήσαμεν τί ἤλθομεν αἰτῆσαι, ἢ ἐπερωτῆσαι Ἀλλ´ εὖξαι καὶ ἐπερώτησον τὸν θεὸν διὰ τί ἤλθομεν. Καὶ εἰ μὲν εἴπῃ ὑμῖν διὰ τί ἤλθετε, δότε καὶ Τὰ παρ´ ἐμοῦ βασιλικὰ δῶρα, καὶ εἴπατε τῷ ἱερεῖ εἰ νικῶ τὸν βασιλέα Περσῶν τὸν Κῦρον. Οἱ δὲ ποιήσαντες οὕτως ἐπηρώτησαν τὸν ἱερέα· ὃς εὐξάμενος ἔλαβε τὴν ἀπόκρισιν ταύτην παρὰ τῆς Πυθίας· «Οἶδα ψάμμων ἀριθμὸν θαλάσσης τε μέτρα, οὐ λαλέοντος δ´ ἀκούω καὶ κωφοῦ ξυνίημι. Παίζειν δέ με πειρᾶται Κροῖσος βασιλεὺς καὶ οἱ τούτου. Λυδοί.» Καὶ ἐξελθὼν ὁ ἱερεὺς εἶπεν αὐτοῖς, «Οὐκ ἔστε Αἰγύπτιοι, ἀλλὰ Λυδοὶ, καὶ οὐ ἐληθαργήσατε, ἀλλὰ παίζοντες τὰ θεῖα εἴπατε.» Καὶ ἐπέδωκεν αὐτοῖς τὸν χρησμὸν γράψας ἐν διπτύχῳ. ἱ δὲ ἐκπλαχέντες ἐπέδωκαν καὶ τἄλλα βασιλικὰ δῶρα τῷ ἱερεῖ, εἰπόντες αὐτῷ, ὅτι, Κροῖσος ὁ βασιλεὺς ἔπεμψεν ἡμᾶς, ἐπειδὴ πόλεμον ἔχει πρὸς Κῦρον τὸν βασιλέα Περσῶν, καὶ μάθε εἰ νικᾷ αὐτόν. Εἰσελθὼν οὕν πάλιν ὁ ἱερεὺς καὶ εὐξάμενος ἔλαβε τὸν χρησμὸν τοῦτον· «Κροῖσος ὁ βασιλεὺς Ἄλυν ποταμὸν διαβὰς μεγάλην ἀρχὴν καταλύσει.» Καὶ γράψας τὸν χρησμὸν τοῦτον ἐν διπτύχῳ ἀπέλυσε πρὸς Κροῖσον. Ὁ δὲ προφήτης Δανιὴλ ἦλθε. πρὸς τὸν βασιλέα Κῦρον, καὶ λέγει αὐτῷ Κῦρος Εἰπέ μοι εἰ νικῶ Κροῖσον τὸν βασιλέα Λυδῶν. Ὁ δὲ Δανιὴλ ἀνεβάλλετο τοῦ εἰπεῖν. Καὶ ἀγανακτήσας κατ´ αὐτοῦ Κῦρος ἔβαλεν αὐτὸν, καὶ οὕτος εἰς τὸν λάκκον τῶν λεόντων, καὶ μή τι πεπονθότα ὑπ´ αὐτῶν ἀνήγαγεν αὐτόν. Καὶ προσέπεσεν αὐτῷ ὁ Κῦρος λέγων· Ἰμαρτον εἰς σέ, ἀλλ´ εὖξαι τῷ Θεῷ καὶ εἰπέ μοι εἰ δύναμαι πολεμῆσαι τῷ ἅρπαγι τούτῳ καὶ ὑπερηφάνῳ Κροίσῳ, ὅτι πᾶσαν τὴν γῆν ὑπέταξε καὶ οὐ κορέννυται. Καὶ ὁ Δανιὴλ εὐξάμενος εἶπεν αὐτῷ· Καὶ νικᾷς τὸν Κροῖσον καὶ λαμβάνεις αὐτὸν αἰχμάλωτον· περὶ σοῦ γὰρ εἶπεν ὁ Θεὸς ὁ ποιήσας πάντα τὰ ὁρώμενα ταῦτα, διὰ τοῦ προφήτου Ἠσαΐου· «Οὕτως λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, Οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω· ἀνοίξω ἔμπροσθεν αὐτῷ, πορεύσομαι καὶ ὁμαλιῶ, καὶ θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω, καὶ θησαυροὺς ἀοράτους","prev":{"citation":"Compendium Historiarum 1.144","label":"1.144","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.144","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.144"},"next":{"citation":"Compendium Historiarum 1.146.1-21","label":"1.146.1 to 1.146.21","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.146.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.146.1"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}