{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.170","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.170","ref":"1.170","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.170","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.170","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.170.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":396,"text":"πολλοὺς ἐπιδειξάμενος καὶ τρόπαια μεγάλα στησάμενος καὶ τῆς γώρας ἄπαντας ἀπελάσας τοῦ Ἀντιόχου καὶ τὸν ναὸν ἐκκαθάρας γνώμῃ παντὸς τοῦ λαοῦ τῶν Ἰουδαίων τὴν ἀρχιερωσύνην παρέλαβε. Τὰ δὲ Ῥωμαίων πράγματα διῳκεῖτο πρώην ὑπὸ ὑπάτων ἐπὶ ἔτη τξδ´ ἕως Ἰουλίου Καίσαρος τοῦ μὴ γεννηθέντος· τῆς γὰρ μητρὸς αὐτοῦ θανούσης ἐν τῷ θʹ μηνὶ, ταύτην ἀνασχίσαντες ἐξέβαλον αὐτὸν, ὅθεν καὶ λέγεται Καῖσαρ, ὅ ἐστιν ἀνατομή. Ἀφ´ οὗ Καίσαρες καὶ οἱ τῶν Ῥωμαίων βασιλεῖς προσηγορεύθησαν. Τῷ δὲ εσια´ ἔτει τοῦ κόσμου Ἀλεξανδρείας καὶ Αἰγύπτου Πτολεμαῖος ὁ Φιλάδελφος ἐβασίλευσεν ἔτη ληʹ, ὅς καὶ τὴν μεταβολὴν τῶν θείων Γραφῶν καὶ λοιπῶν Ἑλληνικῶν, Χαλδαϊκῶν, Αἰγυπτίων καὶ Ῥωμαϊκῶν εἰς δέκα μυριάδας ἀριθμουμένων βιβλίων, πασῶν τε ἀλλογλώσσων οὐσῶν, εἰς τὴν, Ἐλλάδα γλῶσσαν μετεποίησε διὰ τῶν οʹ σοφωτάτων Ἑβραίων· ἅς καὶ ἐν ταῖς κατὰ τὴν Ἀλεξάνδρειαν βιβλιοθήκαις αὐτοῦ ἐναπέθετο. Γέγονε δὲ ἡ μεταβολὴ πᾶσα τῶν Ἑβραϊκῶν βιβλίων ἐν ὅλαις ἡμέραις οβʹ. Ἐπὶ τῷ κάλλει τοίνυν τῶν θείων Γραφῶν ἐκπλαγέντος τοῦ βασιλέως καὶ πάντων τῶν ἐν τέλει, παρόντος καὶ Μενεδήμου φιλοσόφου καὶ Δημητρίου αληρέως ἠρώτα ὁ βασιλεὺς ὅτι πῶς τοιούτων ὄντων τὸν θείων Λόγων, οὐδεὶς ἱστορικῶν ἢ ποιητῶν ἐμνήσθη αὐτῶν. Καὶ ἀπεκρίθη ὁ Δημήτριος ὅτι οὐδείς ποτε ἐτόλμησε τούτων ἅψασθαι διὰ τὸ καὶ Θεόπομπον θελήσαντα ἱστορῆσαι περὶ αὐτῶν παραφροσύνῃ κρατηθῆναι καὶ ὄναρ ἰδεῖν, ὅτι διὰ τοῦτο αὐτῷ συνέβη περιειργασμένῳ τὰ θεῖα. Καὶ Θεόδεκτον τὸν τῶν τραγῳδιῶν ποιητὴν ἐν ἑνὶ ὁράματι μνησθέντα τῶν ἱερῶν βίβλων τούτων τυφλωθῆναι. Ἑκατέρους δὲ ἀποσχομένους τοῦ τολμήματος καὶ τὸ Θεῖον ἐξευμενισαμένους ὑγιεῖς γενέσθαι. Πτολεμαῖος ὁ Εὐεργέτης, ὁ Φιλαδέλφου καὶ Ἀρσινόης, ἔτη κϛʹ. Κατὰ τούτους τοὺς χρόνους Ἰησοῦς ὁ τοῦ Σιρὰχ ὁ τὴν Σοφίαν συγγράψας παρ´ Ἑβραίοις ἐγνωρίζετο. Πτολεμαῖος ὁ Φιλοπάτωρ, ὁ τοῦ Εὐεργέτου υἱὸς, ἐβασίλευσεν ἔτη ιζʹ. Ἐπὶ τούτου ὁ λαὸς τῶν Ἑβραίων αἰχμάλωτος ἐν Αἰγύπτῳ ἀπαχθεὶς τοιοῦτόν τι ἔπαθεν· Οὗτος προσέταξε τοῖς αὐτοῦ ὑπασπισταῖς ἐλέφαντας φʹ, οὓς εἶχε, ποτίσαι οἶνον λιβανωτὸν, ὅπως ἅπαντας τοὺς Ἰουδαίους δι´ αὐτῶν ἀπολέσῃ· εὐξαμένων δὲ ἐκείνων οἱ ἐλέφαντες εἰς τοὺς ἰδίους στρατιώτας καὶ δήμους ἐμπηδήσαντες πολὺν αὐτῶν ὄχλον ἐν τῇ περιεχούσῃ μανίᾳ κατέσφαξαν· καὶ οὕτω σωθέντες μετ´ εὐχαριστίας ἀπελύθησαν εἰς τὰ ἰδια. [Ρ. Ιδο] Πτολεμαῖος ὁ Ἐπιφανὴς, ὁ τοῦ Φιλοπάτορος υἱὸς, ἐβασίλευσεν ἔτη κδʹ. Πτολεμαῖος ὁ Φιλολομήτωρ, ὁ τοῦ Ἐπιφανοῦς υἱὺς, ἔτη λεʹ. Ἐπὶ τούτου Ἀντίοχος τοὺς Μακκαβαίους μὴ βουλομένους μιαροφαγεῖν ἐκόλαζεν. Ἐπὶ τούτου ἱεράτευσεν Ἰούδας, Ὑρκανὸς καὶ Ἀριστόβουλος. Καὶ ἕως αὐτοῦ τοίνυν τού Ὑρκανοῦ ἡ βασιλεία τοῦ Ἰσραήλ ἦν. Καὶ λαμβάνει τὴν βασιλείαν αὐτοῦ Ἰρώδης ὁ ἀλλόφυλος ὑιὸ τῶν Ῥωμαῖων, ὅς καὶ πλησιάζει τῇ Χριστοῦ","prev":{"citation":"Compendium Historiarum 1.169","label":"1.169","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.169","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.169"},"next":{"citation":"Compendium Historiarum 1.171","label":"1.171","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.171","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.171"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}