{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.196","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.196","ref":"1.196","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.196","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.196","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.196.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":407,"text":"Ἰούδας ὁ ἐπικληθεὶς Μακκαβαῖος καθάρας τῶν ἀσεβειῶν, τὴν χώραν ἀνενεώσατο. Εἰτα ἐβασίλευσεν Ἀντίοχος ὁ Εὐπάτωρ, Δημήτριος Σέλευκος, Ἀλέξανδρος ὁ τοῦ Βαλῆ, Δημήτριος ὁ Νικάνωρ, Ἀντίοχος ὁ Τρύφων, Πτολεμαῖος, Ἀντίοχος ὁ Σιδίσῃης, Δημήτριος, Ἀντίοχος ὁ Γρυπὸς, Ἀντίοχος ὁ Κυζικηνὸς, Σέλευκος ὁ τοῦ Γρυποῦ, ἐφ´ οὗ Ἀντιόχεια ὑπὸ Ῥωμαίων ἥλω καὶ ἡ Συρίας ἀρχὴ κατελύθη διαρκέσασα ἔτη σν’. δρον εἰσὶν οἷδε· Πτολεμαῖος ὁ Λάγου, ἐφ´ οὐ Μένανδρος ὁ κωμῳδοποιὸς ἐγνωρίζετο καὶ Θεόφραστος ὁ φιλόσοφος, Πτολεμαῖος ὁ Φιλάδελφος, ἐφ´ οὗ οἱ οʹ Ἐβραίων σοφοὶ τὸν νόμον ἡρμήνευσαν, Πτολεμαῖος ὁ Εὐεργέτης, ἐφ´ οὗ τὴν πανάρετον σοφίαν συντάξας, Ἑβραίοις Ἰησοῦς ὁ τοῦ Σιρὰχ ἐγνωρίζετο, Πτολεμαῖος ὁ Φιλοπάτωρ, ἐφ´ οὗ ὁ τῶν Ἐβραίων λαὸς αἰχμάλωτος ἀχθεὶς ἐν Αἰγύπτω τοιοῦτόν τι πέπονθε Προσέταξε γὰρ οὖτος τοῖς αὐτοῦ ὑπασπισταῖς ἐλέφαντας φʹ εὐτρεπίσαι, καὶ τούτους μεθύσαι οἴνῳ λιβανωτῷ, ἵνα ἀποκτείνωσι τοὺς Ἰουδαίους. Τῶν Ἰουδαίων δὲ εὐξαμένων, οἱ ἐλέφαντες εἰς τοὺς ἑαυτοῦ στρατιώτας τε καὶ δήμους [Ρ.θ] ἐξορμήσαντες πολὺν αὐτῶν ὄχλον ἐν τῇ περιεχούσῃ μανίᾳ διέφθειραν. Καὶ οὕτω παραδόξως οἱ Ἰουδαῖοι περισωθέντες ἀβλαβεῖς ἀπελύθησαν εἰς τὰ ἴδια, τῷ εὐεργέτῃ Θεῷ εὐχαριστοῦντες. Εἶτα βασιλεύει Πτολεμαῖος ὁ ἐπικληθεὶς Σωτὴρ, Πτολεμαῖος ὁ Ἀλέξανδρος, Πτολεμαῖος ὁ ἀδελφὸς αὐτοῦ, Πτολεμαῖος ὁ Διονύσιος, Κλεοπάτρα ἡ τούτου θυγάτηρ· ἢν Αὔγουστος ἀνελὼν ἐν τῷ ιδ´ ἔτει τῆς αὐτοῦ βασιλείας ἐκράτησε τῆς Αἰγύπτου, καθελῶν τὴν βασιλείαν τῶν Πτολεμαίων διαρκέσασαν ἐν ἕτεσι διακοσίοις ϟʹ. Οἱ δὲ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καθηγησάμενοι ἀρχιερεῖς εἰσιν οὗτοι· Ἰησοῦς, Ἰωσεδὲκ ἅμα 2οροβάβελ, Ἰάκωβος υἱὸς Ἰησοῦ, Ἰλιάσιμος Ἰακίμου, Ἰωδαὲ Ἰωσήπου, Ἰωάννης ὁ τοῦ Ἰωδαὲ, Ἰαδοῦς, ἐφ´ οὗ Ἀλέξανδρος ἐν Ἰερουσαλὴμ τῷ Θεῷ προσεκύνησε. Καταπλαγεὶς γὰρ ἐπὶ τῇ ξένῃ θέᾳ τῆς στολῆς τοῦ ἀρχιερέως, ἀπὸ τοῦ ἅρματος καταβὰς μόνος προσεκύνησε τὸ θεῖον ὄνομα, καὶ τὸν ἀρχιερέα ἠσπάσατο· ὃν πάντες Ἰουδαῖοι μιᾷ φωνῇ σὺν τῳ ἀρχιερεῖ γνησίως ἀντησπάσαντο. Τῶν δέ γε τῆς Συρίας βασιλέων καὶ τῶν λοιπῶν καταπλαγέντων καὶ διεφθάρθαι τὴν διάνοιαν Ἀλεξάνδρου ὑπειληφότων, καὶ Παρμενίωνος τοῦ στρατηγοῦ μᾶλλον θαυμάσαντος, διότι καθάπερ τις τῶν ὑπηκόων πεαὼν προσεκύνησεν, εἶπεν Ἀλέξανδρος· Οὐ τὸν ἀρχιερέα προσεκύνησα, ἀλλὰ τὸν ὑπ´ αὐτοῦ τιμώμενον Θεὸν, κἀμοὶ τὴν βοήθειαν νατὰ τῶν ἐναντίων ὑποσχόμενον. Ἡνίκα γὰρ τὴν κατὰ Περσῶν διενοούμην στρατείαν καὶ ἐδεδίειν τὸ μέγεθος τῆς δυναστείας αὐτῶν, ὥφθη μοι κατ´ ὄναρ κατὰ τὸ σχῆμα τοῦδε τοῦ ἀρχιερέως ὁ Θεὸς, καὶ θαῤῥεῖν μοι παρεκελεύσατο καὶ τῆς προθυμίας σπουδαίως ἔχεσθαι, λέγων· «Εἰς σὲ γὰρ καταλήξω τὴν Περσῶν δυναστείαν.» Διὸ τοῦτον θεασάμενος ἐν τοιαύτῃ στολῇ, καὶ τῆς κατὰ τοὺς ὕπνους ὑπομνησθεὶς ὄψεως, εἰκότως προσεκύνησα. Ταῦτα εἰπὼν καὶ τὸν ἀρχιερέα δεξιωσάμενος, τῶν ἱερῶν παρεπομένων, εἰς τὴν πόλιν Ἱερουσαλὴμ παραγίνεται. Οἱ δὲ Γραμματεῖς τὴν","prev":{"citation":"Compendium Historiarum 1.195","label":"1.195","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.195","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.195"},"next":{"citation":"Compendium Historiarum 1.197","label":"1.197","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.197","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.197"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}