{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.202","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.202","ref":"1.202","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.202","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.202","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.202.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":390,"text":"ὸὲ πάσης ἐναντίας δόξης καὶ λατρείας, καὶ ταύτῃ μόνῃ προσανέχειν τῇ θείᾳ μέχρις αἵματος θρησκεία καὶ καταστάσει. Ἐκ τῆς πολλῆς δὲ ἀσκήσεως καὶ καθαρότητος πολλοὶ καὶ τὰ μέλλοντα προγινώσκουσιν κ θείας ἐπιπνοίας καὶ χάριτος, ἀκαταπαύστῳ μελέτῃ προφητων καὶ λοιπῶν ἱερῶν λογίων καὶ προσευνῆ ἐμπαιδοτριβούμενοι Ταύτην οὖν ὁ Ἰώσηπος ἄκρως ἀσκήσας τὴν φιλοσοφίαν ἐπὶ μείζονι προκόπτειν ἔσπευσεν Ἀκούσας γάρ τινα διαφερόντως ἀσκοῦντα κατὰ τὴν ἔρημον Ἀββᾶν ὀνομαζόμενον, ἐσθῆτι μὲν ἀπὸ δένδρων καλυπτόμενον, τροφῇ δὲ αὐτομάτως φυομένῃ χρώμενον, καὶ τὴν ἄκραν ἄσκησιν αὐτοῦ ζηλώσας πρὸς αὐτὸν ἀφίκετο, καὶ τρεῖς παρ´ αὐτῷ ποιήσας ἐνιαυτοὺς εἰς τὴν πόλιν ὑπέστρεψε καὶ τῇ τῶν Φαρισαίων ἐπολιτεύετο δικαιοσύνῃ. Ὃ δέ γε Φίλων, ὡς εἴρηται, περὶ τῶν ἐξ Ἑβραίν ἡμετέρων ἀσκητῶν ἀναφανέντων μέμνηται σαφῶς ἐν τῷ λόγῳ ἐν ᾧ ἐπέγραψε περὶ θεωρητικοῦ βίου, οὓς Θεραπευτὰς καὶ τὰς ὁμοιοσχήμους καὶ ὁμοτρόπους γυναῖκας Θεραπεύτιδας ὠνόμασε. Καὶ θεραπευταὶ μὲν, φησὶν, ἐκέκληντο ἢ παρὰ τὸ τὰς ψυχὰς τῶν προσιόντων αὐτοῖς ἀπὸ κακίας παθῶν ἰατρῶν δίκην ἀπαλλάττοντας θεραπεύειν, ἢ τῆς περὶ τὸ θεῖον καθαρᾶς καὶ εἰλικρινοῦς θεραπείας καὶ θρησκείας ἓνεκα, Εἶτά φησι· πρῶτα μὲν ἀρχόμενοι φιλοσοφεῖν ἐξίστανται τῶν προσηκόντων καὶ τῶν ὑπαρχόντων· ἔπειτα δὲ πάσαις ἀποταξάμενοι ταῖς τοῦ βίου φροντίσι καὶ ἔξω τειχῶν προελθόντες ἐν μονάγροις καὶ κήποις καὶ ὄρεσι τὰς διατριβὰς ποιοῦνται, τὰς ἐκ τῶν ἀνομιῶν ἐπιμιξίας ἀλυσιτελεῖς τε καὶ βλαβεράς εἰδότες, τὸν προφητικὸν ζηλοῦσι καὶ ἀσκοῦσι βίον. Οὕτω πολλαχοῦ μὲν τῆς οἰκουμένης ἐστὶ τὸ γένοσδει γὰρ ἀγαθοῦ τελείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν Βάρβαρον), ἐν Αἰγύπτῳ δὲ πλεονάζει, καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν. Καὶ ἐν ἑκάστῃ συμμορίᾳ οἴκημά ἐστιν ἱερὸν, ὃ καλοῦσι σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μηδεὶς μηδὲν κομίζοντες, μὴ ποτὸν, μὴ σῖτον, μηδέ τι τῶν ἄλλων ὅσα πρὸς τὴν τοῦ σώματος χρείαν ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους καὶ τἄλλα οἷς ἐπιστήμη καὶ εὐσέβεια συναύξονται καὶ τελειοῦνται. Τὸ δὲ ἐξ ἑωθινοῦ μέχρις ἑσπέρας διάστημα σύμπαν αὐτοῖς ἐστιν ἄσκησις· ἐντυγχάνοντες γὰρ τοῖς ἱεροῖς γράμμασι φιλοσοφοῦσι τὴν πατρίαν φιλοσοφίαν. Ἐγκράτειαν δὲ ὥσπερ τινὰ θεμέλιον προκαταβαλλόμενοι τῇ ψυχῇ τὰς ἄλλας ἐποικοδομοῦσιν ἀρετάς· σιτίον γὰρ ἢ ποτὸν οὐδεὶς αὐτῶν προσενέγκοιτο πρὸ ἡλίου δύσεως, ἐπειδήπερ τὸ μὲν φιλοσοφεῖν ἄξιον φωτὸς κρίνουσι, σκότους δὲ τὰς τοῦ σώματος ἀνάγκας. Ἔνιοι δὲ καὶ δι´ ἡμερῶν τριῶν ὑπομιμνήσκονται τροφῆς, οἷς πλέον ὁ πόθος τῆς ἐπιστήμης ἐγίδρυται. Τινὲς δὲ οὔτως ἐνευφραίνονται καὶ τρυφῶς. ν ὑπὸ σοφίας ἑστιώμενοι πλουσίως καὶ ἀφθόνως τὰ δόγματα χορηγούσης, ὡς καὶ πρὸς διπλασίονα","prev":{"citation":"Compendium Historiarum 1.201","label":"1.201","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.201","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.201"},"next":{"citation":"Compendium Historiarum 1.203","label":"1.203","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.203","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.203"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}