{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.207","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.207","ref":"1.207","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.207","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.207","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.207.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":384,"text":"Οετὰ δὲ Κλαύδιον ἐβασίλευσε Νέρων ὁ υἱός αυτοῦ, ἔτη ιδʹ. Περὶ οὕ λόγιον ἦν, «Ἕσχατος Αἰνεαδῶν μητροκτόνος ἡγεμονεύσει·» κατήγετο γὰρ ἐκ τῆς γενεᾶς Λἰνείου καὶ Ῥωμύλου καὶ Αὐγούστου. Οὗτος κραταιουμένης αὐτῷ τῆς ἀρχῆς εἰς ἀνοσίους πράξεις ἐξώκειλε καὶ ἀλλότρια τῆς βασιλείας ἐπετήδευε πράγματα, κιθαρίζων καὶ τραγῳδῶν καὶ ὀρχούμενος ἐπὶ τῶν θεάτρων. Καὶ πρὸς τούτοις ἐν σάσαις αὐτοῦ ἀθεμιτουργίαις καὶ τὸ τῆς θεομαχίας προσέθηκε μύσος, διώκτης πρῶτος γενόμενος τοῦ θείου Λόγου. Μετὰ δὲ ταῦτα ἐπιβουλῆς κατ´ αὐτοῦ μηνυθείσης αὐτῷ, εἰς ἄκρον μανίας ἐλθὼν ἀνεῖλε τὴν μητέρα αὐτοῦ καὶ τὴν ἀδελφὴν αὐτοῦ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ ἄλλους μυρίους τῷ γένει προσήκοντας καὶ τοὺς ἐν Ῥώμῃ ἐπισήμους, τὴν ἐξ αὐτῶν ἐπανάστασιν ὑφορώμενος. Μετὰ δὲ τὸ ἀνελεῖν τὴν γυναῖκα ἔγημεν εὐνοῦχον. Οὗτος ἀνεῖλε τοὺς κορυφαίους ἀποστόλους Πέτρον καὶ Παῦλον καὶ πολλοὺς ἑτέρους μάρτυρας. Ἐφ´ οὕ καὶ Ἰουδαῖοι τὸν ἀδελφόθεον Ἰάκωβον ἀπέκτειναν, ὃς ἁγνὸς ὑπάρχων ἐκ κοιλίας μητρὸς οἷνον καὶ σίκερα οὐκ ἔπιεν, ἔμψυχον οὐκ ἔφαγε πώποτε, ξυρὸς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀνέβη, ἐλαίῳ οὐκ ἠλείψατο, βαλανείῳ οὐκ ἐχρήσατο. Οὗτος ἐπὶ τοῦ Κυρίου ἐπίσκοπος τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας κατέστη, τὰ δὲ γόνατα αὐτοῦ ἦσαν ἀπεσκληκότα ὡς καμήλου ἐκ τοῦ ἀεὶ κάμπτειν ἑαυτὸν καὶ τῷ Θεῷ προσκυνεῖν. Ὅθεν διὰ τὴν ὑπερβολὴν τῆς δικαιοσύνης αὐτοῦ καὶ θαυμαστῆς πολιτείας ἐκαλεῖτο δίκαιος καὶ ὠβλίας, ὅ ἐστι περιοχὴ λαοῦ καὶ δικαιοσύνη. Ἐπεὶ οὖν αἰδέσιμος καὶ σεβάσμιος καὶ σφόδρα περιβόητος ὑπῆρχεν ὁ ΠΡ. ὅθΟ] ἰσάγγελος Ἰάκωβος ἑορτῆς γενομένης τοῦ Πάσχα καὶ πολλῶν μυριάδων συνελθόντων τῶν Ἰουδαίων τοῦτον ἀνενέγκαντες οἱ γραμματεῖς καὶ ἰερεῖς ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, διασκεδάσαι βουλόμενοι τὸ κήρυγμα τοῦ Χριστοῦ, εἰπον μεγάλῃ τῇ φωνῇ, Ἀξιοῦμεν σέ, δίκαιε, εἰπεῖν τῷ λαῷ, ἵνα μὴ πλανῶνται ὀπίσω τοῦ λεγομένου Χριστοῦ. Σοὶ γὰρ πάντες πειθόμεθα, γινώσκοντές σε δίκαιον καὶ ἀπροσωπόληπτον. Εἰπὲ ἡμῖν τίς ἐστιν ἡ θύρα τοῦ Ἰησοῦ. Ὁ δὲ ἀποκριθεὶς ἔφη. Τί με ἐπερωτᾶτε περὶ τοῦ Χριστοῦ; Καὶ αὐτὸς καθέζεται ἐν δεξιᾶ τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ, καὶ αὐτὸς μέλλει ἔρχεσθαι ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν ν πρᾶξιν αὐτοῦ. Πολλοὶ γοῦν πληροφορηθέντες ἐπὶ τῇ μαρτυρίᾳ τοῦ Ἰακώβου ἔκραξαν λέγοντες· «Ὡσαννὰ τῷ Υίῷ Δαβίδ.» Ἀκούσαντες δὲ ταῦτα οἱ παράνομοι ἀρχιερεῖς καὶ Φαρισαῖοι ἔκραξαν· ιὮὥ! καὶ ὁ δίκαιος πεπλάνηται,» καὶ μανέντες ἔῤῥιψαν αὐτὸν κάτω. Πεσὼν δὲ οὐκ ἀπέθανε, καὶ ἤρξαντο λιθάζειν αὐτόν· ὁ δὲ θεὶς τὰ γόνατα προσηύχετο λέγων· «Παρακαλῶ σε, Θεὲ Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί πράττουσιν.»","prev":{"citation":"Compendium Historiarum 1.206","label":"1.206","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.206","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.206"},"next":{"citation":"Compendium Historiarum 1.208","label":"1.208","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.208","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.208"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}