{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.209","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.209","ref":"1.209","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.209","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.209","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.209.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":450,"text":"μόνον ἀληθινὸν Θεὸν, ὁ Σίμων, ἔξω τοῦ ὄχλου ἑστὼς ἐβόησε, Τί ψευδόμενος ἀπατᾷν θέλεις τὸν παρεστῶτά σοι ἰδιώτην ὄχλον, πείθων αὐτοὺς θεοὺς μήτε νομίζειν μήτε εἶναι, καίπερ τῶν παρ´ Ἐβραίοις θιβλίων λεγόντων πολλοὺς θεοὺς εἶναι; Πλὴν οὖν περὶ οὖ ἔφης Θεοῦ, εἰ δείξω ἐγὼ μὴ αὐτὸν εἶναι τὸν ἀνωτάτω καὶ παντοδύναμον Θεὸν, καθὸ ἀπρόγνωστός ἐστι καὶ ἀτελὴς καὶ ἐνδεὴς καὶ οὐκ ἀγαθὸς καὶ πολλοῖς ὑποκείμενος πάθεσι κατὰ τὴν ὑμετέραν Γραφὴν, ἕτερος πάντως περιλείπεται προγνωστικὸς τέλειος ἀνενδεὴς ἀγαθὸς καὶ παντὸς πάθους ἀπηλλαγμένος· ὃν δὲ σὺ φὴς δημιουργὸν καὶ ὑπέρθεον, τοῖς ἐναντίοις ἀντικείμενος ὑπάρχει. Αὐτίκα γοῦν ὁ καθ´ ὁμοίωσιν αὐτοῦ γεγονὼς Ἀδὰμ καὶ τυφλὸς κτίζεται καὶ γνωσιν ἀγαθοῦ ἢ κακοῦ μὴ ἔχων, παραβάτης εὐρίσκεται, καὶ τοῦ παραδείσου ἐκβάλλεται, καὶ θανάτῳ καταδικάζεται. Ὁμοίως τε ὁ πλάσας αὐτὸν, ἐπειδὴ μὴ πανταχοῦ βλέπει, ἐπὶ τῇ τῶν Σοδόμων καταστροφῇ[Ρ. Ζβ] λέγει· «Καταβὰς ὅψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ,» καὶ ἑαυτὸν ἁγνοοῦνταδείκνυσι. Καὶ τὸ εἰπεῖν περὶ τοῦ Ἀδὰμ, Ἐκβάλωμεν αὐτὸν, μήποτε ἐκτείνας τὴν χεῖρα αὐτοῦ ὅψηται τοῦ ξύλου τῆς ζωῆς, καὶ φαγὼν ζήσεται εἰς τὸν αἰῶνα ἀγνοοῦντος καὶ φθονοῦντός ἐστι σύμβολον. Ὥσπερ καὶ τὸ Ἐνεθυ.μήθη ὁ Θεὸς ὅτι ἐποίησε τὸν ἄνθρωπον μεταμελείας ἐστὶ καὶ ἀγνοίας τεκμήριον τῶν μελλόντων. Καὶ τὸ, Ὡασράνθη Κύριος ὀσμὴν εὐωδίας ἐνδεοῦς ἐστι σημεῖον, ὡς καὶ τὸ πειράζειν τὸν Ἀβραὰμ καὶ ἄλλους οὐκ ἀγαθοῦ ἐστιν ἀπόδειξις καὶ τὸ τέλος τῆς ὑπομονῆς προειδότος. Ὁ δὲ Πέτρος ἔφη πρὸς τὸν Σίμωνα· Εἰ τυφλὸς ἐπλάσθη ὁ Ἀδὰμ, ὡς λέγεις, πῶς ἐντελλόμενος αὐτῷ ὁ Θεὸς ἔλεγε δεικνύων. ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε; Καὶ ὁ Σίμων φησί· Τυφλὸς ἦν ὁ νοῦς αὐτοῦ. Καὶ ὁ Πέτρος εἶπε· Πῶς καὶ τὸν νοῦν τυφλὸς ἦν ὁ πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ προσφόρως πᾶσι τοῖς ζῴοις ἐπιθεὶς ὀνόματα; Ὅτι γὰρ καὶ τοὺς τῆς ψυχῆς καὶ τοῦ σώματος ὀφθαλμοὺς εἶχον ἀνεῳγμένους καὶ βλέποντες ἦσαν ὅ τε Ἀδὰμ καὶ ἡ Εὐα, δῆλον ἐντεῦθεν, «Εἶδε γὰρ, φησὶν, ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖον τοῦ κατανοῆσαι. καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς.» Εἰ γοῦν καλὸν θεασάμενοι τὸ δένδρον καὶ τὸν καρπὸν ἔφαγον, εὔδηλον ὅτι καὶ πρὸ τῆς τοῦ καρποῦ βρώσεως γνῶσιν μὲν εἶχον καλοῦ τε καὶ κακοῦ, ὄψιν τε ὀξυδερκεστάτην ὁρᾷν ἕκαστα δυναμένην. Οὐκοῦν οὐχ ὡς μετὰ τὴν βρῶσιν καὶ τὴν παράβασιν ἀναβλεψάντων εἴρη. ται τὸ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοίδεκνυνται γὰρ καὶ πρὸ τῆς βρώσεως ὁρῶντες, ὡς ἔφην· ἀλλ´ ὡς τὸ ἀπειρόκακον ἀποθεμένων διὰ τῆς παραβάσεω· ὁ καὶ τὴν γνῶσιν ἀδιάφορον παρέσχεν, ἐῤῥήθη ὅτι διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί, Πέφυκε γὰρ δ ὀφθαλμὸς ὑπὸ τοῦ λογισμοῦ διεγείρεσθαι πρὸς ἅ βλέπει, διότι σύνεσιν αὐτὸς καθ´ ἑαυτὸν οὐκ ἔχει., κἀντεῦθεν πολλάκις πρὶ ς ἕτερα τῆς διανοίας ἀσχο","prev":{"citation":"Compendium Historiarum 1.208","label":"1.208","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.208","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.208"},"next":{"citation":"Compendium Historiarum 1.210","label":"1.210","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.210","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.210"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}