{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.210","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.210","ref":"1.210","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.210","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.210","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.210.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":449,"text":"λουμέν ς τυφλοῦ δίκην ἔσθ´ ὅτε παρερχόμεθα καὶ τὸν πάνυ γνώριμον, καὶ ἐπειδὰν ἐγκληθῶμεν, τῇ ἀσχολίᾳ τοῦ λογισμοῦ τὸ αἴτιον ἀνατιθέντες ἀπολογούμεθα Οὕτω καὶ ὁ Ἀδὰμ καὶ ἡ Εὔα τῇ αἰσθήσει τοῦ νοῦ πρὸς τὴν ὅψιν διηγέρθησαν. Τὸ γὰρ· «Διηνοίχησαν οἱ ὀφθαλμοὶ καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν ἀποκάλυψιν δηλοῖ τὴν ἐγγενομένην τῷ λογισμῷ, οὐκ ἀνάβλεψιν ὀφθαλμῶν, ὥστε τὴν μετὰ τὴν ἁμαρτίαν αἴσθησιν οὕτω κέκληκεν ἡ Γραφή· παρευθὺ γὰρ μετὰ τὴν ἁμαρτίαν τὸ συνειδὸς πλήττεται. Καὶ ὁ Σίμων φησίν· Εἰ [Ρ. Θθθ] πρόγνωσιν εἶχεν ὁ Ἀδὰμ, διὰ τί οὐ προέγνω τὴν διὰ τοῦ ὄφεως καὶ τῆς γυναικὸς ἀπάτην; Καὶ ὁ Πέτρος· Εἰ πρόγνωσιν οὐκ εἶχε, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἐσομένας πράξεις, ἅμα τῷ γενν θῆναι, ἐπέθηκεν ὀνόματα; Τὸν γὰρ πρωτότοκον ὠνόμασε Κάῖν, ὅ ἔστι Ζῆλος· ὃς καὶ ζηλώσας ἀνεῖλε τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ, ὃ ἑρμηνεύεται Πένθος· ἐπ´ αὐτῷ γὰρ πρώτῳ φονευθέντι ἐπένθησαν οἱ γονεῖς. Εἰ δὲ Ἀδὰμ ἔργον Θεοῦ καὶ ποίημα πρόγνωσιν εἶχε, πολλῶ μᾶλλον ὁ δημιουργήσας αὐτὸν Θεός. Ὅτι γὰρ ὄντως προγινώσνει ὁ Θεὸς, φησὶ πρὸ τὸν Ἀβραάμ· Γινώσκων γνώση ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ ἔτη υʹ. Τὸ δὲ ἔθνος ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ. Μετὰ δὲ ταῦτα ἐξελεύσονται ὡδε μετὰ ἀποσκευῆς πολλῆς· σὺ δὲ ἐπελεύσῃ πρὸς τοὺς πατέγας σου, μετ´ εἰρήνης τραφεὶς ἐν γήρει καλῷ. Τετάρτη δὲ γενεᾷ ἀποστραφήσονται ὧδε. Τί δέ; Οὐχὶ Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται τὰ ἁμαρτήματα τοῦ Ἰσραὴλ καὶ τὴν ἀπείθειαν αὐτοῦ πρὸς τὸν Χριστὸν καὶ τὴν εἰς τὰ ἔθνη διασπορὰν αὐτοῦ προεδήλωσαν; Εἰ δὲ Μωϋσῆς καὶ οἱ ἄλλοι προφῆται ἐκ τῆς τοῦ Θεοῦ χάριτος τὰ μέλλοντα προεγίνωσκον, πῶς αὐτὸς ὁ ἐν αὐτοῖς λαλήσας Θεὸς οὐ προγινώσκει τὰ ἐσόμενα; Ὥστε οὖν οἰκονομικῶς εἴρηται τὸ, Ἐνεθυμήθη, τοῦτέστι μετεμελήθη, καὶ τὸ, Καταβὰς ὄψομαι. Καὶ μέν γε τὸ, Ἐπείραζε τὸν Ἀβραὰμ, καὶ, ὠσφράνθη Κύριος, καὶ ὅσα τοιαῦτα, συγκαταβατικῶς διὰ τὴν ἡμετέραν ἀσθένειαν λέλεκται, ἐπεὶ ὅτι γε θυσιῶν οὐκ ὀρέγεται, διὰ τοῦ προφήτου Δαβὶδ ὑπεμφαίνει λέγων· Μὴ φάγωμαι κρέα ταύρων ἢ αἱμα τράγων πίωμαι. Ὅθεν ὁ ἐξ αὐτοῦ πρὸ τῶν αἰώνων εννηθεὶς καὶ ἐπ´ ἐσχάτων ἐκ τῆς Παρθένου διὰ τὴν ἡμετέραν σωτηρίαν τεχθείς ταῦτα καὶ τὰ τοιαῦτα ὥσπερ διερμηνεύων τοῖς ἀγνοοῦσιν, ὅτι ὁ Θεὸς καὶ Πατὴρ πάντα προγινώσκει, ἔλεγεν· Οἶδε γὰρ ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος ὅτι χρήζετε τούτων ἁπάντων, πρὶν αὐτὸν αἰτῆσαι ὑμᾶς. Καὶ τοῖς νομίζουσιν ὅτι μὴ πάντα βλέπει ἔφασκε· Προσεύχεσθε ἐν ϛῷ κρυπτῷ, καὶ ὁ Πατὴρ ὑμῶν ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει ἐν τῷ φανερῷ, Καὶ τοῖς οἰομένοις αὐτὸν μὴ ἀγαθὸν εἶναι ἐπέπληττε λέγων· Εἰ οὐν ὑιμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Καὶ τοῖς δοκοῦσιν αὐτὸν θυσιῶν ὀρέγεσθαι διηγόρευσεν· Ὁ Οεὸς ἔλεος θέλει καὶ οὐ θυσίας. Καὶ τοῖς ὑπολαμβάυαυσι","prev":{"citation":"Compendium Historiarum 1.209","label":"1.209","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.209","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.209"},"next":{"citation":"Compendium Historiarum 1.211","label":"1.211","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.211","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.211"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}