{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.227","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.227","ref":"1.227","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.227","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.227","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.227.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":436,"text":"ἀπέδωκε καὶ τὸ πάλαι τῆς προφητείας χάρισμα, καὶ πάλιν προφῆται καὶ πνεύματος ἀγίου χάρις. Μᾶλλον δὲ οὐδ´ ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας ἐγκατελείφθης, ἀλλὰ καὶ ἐκεῖ Δανιὴλ καὶ Ἰεζεχιὴλ, καὶ ἐν Αἰγύπτῳ Ἰερεμίας, καὶ μέντοι καὶ πρὸ τούτων Μωϋσῆς καὶ Ἀαρὼν ἐν τῆ ἐρήμῳ. [Ρ. Ζἂβ] Καὶ μετ´ ἐκεῖνα πάλιν ἐπὶ τὴν προτέραν ἐπανῆλθες κακίαν, καὶ ἠξεβακχεύθης, καὶ πρὸς τὴν Ἑλληνικὴν μετετάξω πολιτείαν ἐπὶ τοῦ ἀσεβοῦς Ἀντιόχου. Ἀλλά γε καὶ τότε παραδοθέντες Ἀντιόχῳ ἔτη τρία, τὰ λαμπρὰ διὰ τῶν Μακκαβαίων αὖθις ἐστήσατε τρόπαια. Ἀλλὰ νῦν τοιοῦτον οὐδὲν, ἀλλὰ τούναντίον ἅπαν γέγονεν. Ὃ καὶ μάλιστα ἔστι θαυμάσαι, ὅτι τὰ μὲν τῆς κακίας ἔληξε, τὰ δὲ τῆς τιμωρίας ἐπιτέταται καὶ οὐδ´ ἐλπίδα τινὰ μεταβολῆς ἔχει. Πύ γὰρ ο «ἔτη παρῆλθε μόνον, ἀλλὰ καὶ πολλῷ πλείονα, καὶ οὐδὲ ἐλπίδος σκιὰν ἔστιν εὐρεῖν, καὶ ταῦτα οὐδὲ εἰδωλολατρούντων ὑμῶν, οὔτε ἄλλο τι ποιούντων ἅπερ ἔμπροσθεν ἐτολμᾶτε. Ἵνα δὲ σαφέστερον καὶ διεξοδικώτερον τὰ περὶ τούτων εἴπωμεν, ἄνωθεν πάλιν ἀρξώμεθα. Τρεῖς δουλείας ὑπέστησαν οἱ Ἰουδαῖοι χαλεπωτάτας, καὶ οὐδὲ μίαν χωρὶς προῤῥήσεως αὐτοῖς ἐπήγαγεν ἡ θεία δίκη, ἀλλὰ προλεχθῆναι παρεσκεύασεν αὐτοῖς καὶ τόπον καὶ χρόνον καὶ τρόπον καὶ κάκωσιν καὶ τὴν ἐπάνοδον καὶ τἄλλα πάντα μετὰ πολλῆς ἀκριβείας. Καὶ περὶ μὲν τῆς ἐν Αἰγύπτῳ πρώτης διαλεγόμενος ὁ Θεὸς οὕτως ἔφη τῷ Ἀβραάμ· Γινώσκων γνῶθι ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια, τετάρτῃ δὲ γενεᾷ ἐλεύσονται ὥδε. Περὶ δὲ τῆς δευτέρας εἶπεν Ἰερεμίας· Οὕτως εἰπε Κύριος· Ὅταν μέλλῃ πληροῦσθαι τῇ Βαβυλῶνι οʹ ἔτη, ἐπισκέψομαι ὑμᾶς, καὶ ἐπιστήσω ἐφ´ ὑμᾶς τοὺς ἀγαθοὺς λόγους μου τοῦ ἀποστρέψαι εἰς τὸν τόπον ὑμῶν, καὶ ἐπιστρέψω. τὴν αἰχμαλωσίαν ὑμῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ τῶν ἐθνῶν πάντων καὶ ἐκ τῶν τόπων ὑμῶν πάντων, οὗ διέσπειρα ὑμᾶς ἐκεῖ, φησὶ Κύριος. Καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὸν τόπον ὅθεν ἀπῴκισα ὑμᾶς ἐκεῖθεν. Δύο μὲν τοιαύτας δουλείας ὁ λόγος διὰ συντόμου ἀπέδειξε, μετὰ προφητείας ἐπελθούσας αὐτοῖς, καὶ οὐχ ἀπλῶς οὐδὲ ἀπροσδοκήτως. Λείπεται οὖν δὴ λοιπὸν τὴν ἅτως οὐδὲ εἶς προφήτης ἐπηγγείλατο λύσιν ἔσεσθαί τινα τῶν κατεχόντων αὐτοὺς κακῶν οὔτε μὴν ἀπαλλαγὴν τὸ σύνολον. Τίς οὖν ἐστιν ἡ τρίτη; Ἡ ἐπὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς. Ἐπειδὴ γὰρ Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς Δαρεῖον καθελὼν εἰς ἑαυτὸν περιέστησε τὴν ἀρχὴν, τελευτήσαντος τούτου πολλοὶ μετ´ ἐκεῖνον ἐγένοντο βασιλεῖς, ἀφ´ ὧν εἶς καὶ οὗτος ὁ Ἀντίο. χος μετὰ πολὺν ὕστερον χρόνον τό τε ἱερὸν ἐνέπρησε, τά τε ἵλγια τῶν ἁγίων ἠρήμωσε, τάς τε θυσίας καθεῖλε ε τούς τε Ἰουδαίους ὑπέταξε, καὶ τὴν πολιτείαν αὐτῶν κατέλυσε πᾶσαν. Καὶ ταῦτα πάντα μετὰ ἀκριβείας ἀπάσης καὶ μέχρι μιᾶς ἡμέρας προηγόρευτο παρὰ τοῦ Δανιὴλ, καὶ πότε ἔσται καὶ πῶς καὶ παρὰ τίνι καὶ τίνι τρόπῳ,[. Σα] καὶ ποῦ τελευτήσει, καὶ τίνα λήψεται μεταβολὴν. Ἔσεσθε σαφέστερον","prev":{"citation":"Compendium Historiarum 1.226.19-30","label":"1.226.19 to 1.226.30","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.226.19","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.226.19"},"next":{"citation":"Compendium Historiarum 1.228","label":"1.228","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.228","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.228"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}