{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.237","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.237","ref":"1.237","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.237","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.237","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.237.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":415,"text":"προσέταξε, καὶ καθαρισμοὺς, καὶ βαπτισμοὺς, καὶ δεκατισμοὺς, καὶ ἁγνείας καὶ ἀργίας διαφόρους, ὦν παρακούοντι τιμωρίαν ὡρίσατο, ἵνα πιεζόμενοι καὶ ὑπὸ τοῦ κλοιοῦ ἀγχόμενοι τῆς πολυθέου πλάνης ἐκστήσωνται. Οὐκοῦν διὰ τὴν σκληροκαρδίαν αὐτῶν ἐπέδησεν αὐτοὺς, ὅπως διὰ τοῦ θύειν, καὶ ἀργεῖν, καὶ ἁγνίζεσθαι, καὶ τὰ τοιάδε παρατηρεῖσθαι εἰς ἔννοιαν ἔρχωνται Θεοῦ τοῦ ταῦτα διαταξαμένου αὐτοῖς καὶ νομοθετήσαντος, οἶγε μοχθηρίᾳ τρόπου καὶ γνώμης ἀγνώμονος οὐ διελίμπανον ἄνωθεν καὶ ἐξ ἀρχῆς μέχρι τέλους ἐπιλανθανόμενοι τοῦ Θεοῦ, καὶ παρατρεπόμενοι προσεκύνουν ἀντὶ τοῦ Κτίστου τὴν κτίσιν, καὶ ποτὲ μὲν, ὡς εἴρηται, μοσχοποιήσαντες, ποτὲ δὲ τῷ Βεελφεγὼρ προσκυνήσαντες, ἄλλοτε δὲ τῷ Βάαλ, καὶ τῷ Χαμώς, καὶ τῇ Σιδωνίᾳ Ἀστάρτῃ, καὶ τῷ Μολχώμ, καὶ ποτὲ τῷ ἡλίῳ, καὶ τῇ σελήνῃ, καὶ τοῖς ἄστροις ἃ ὁ Θεὸς εἰς φαῦσιν ἀνθρώποις ἐποίησε, καὶ οὐκ εἰς προσκύνησιν· ποτὲ δὲ καὶ ἄλογα ζῶα ἐτίμων, ὡς παρ´ Αἰγυπτίοις τὸν Ἆπιν βοῦν καὶ τὸν Μενδήσιον τράγον, καὶ θεοὺς ἀργυροῦς καὶ χρυσοῦς, ὡς ἐν τῇ Ἰουδαίᾳ. Ταύτῃ τοι προδήλως ἀπειλῶν αὐτοῖς ὁ Θεὸς ἔλεγε διὰ τοῦ προφήτου· Μὴ μικρὸν τοῦτο τῷ οἴκῳ Ἰούδα, ποιεῖν τὰ βδελύγματα ταῦτα ἃ ἐποίησαν· Ὅτι ἔπλησαν τὴν γῆν ἀνομίας τοῦ παροργίσαι με. Διὸ τοίνυν εἰκότως ἐξωλοθρεύθησαν ὡς τὸν Θεὸν παροργίζοντες καὶ τὴν ἁγίαν γῆν ἐκείνην καταμιαίνοντες ἀπ´ ἀρχῆς ἕως τῆς ἐσχάτης καὶ τελευταίας ταύτης ἁλώσεως ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου. Καὶ γὰρ διαφόρων ταύτην καὶ καθελόντων, φησὶ [. θ] Θεοδώρητος, πάλιν εἰς τὸ ἀρχαῖον ἀποκατέστησαν ἀξίωμά τε καὶ σχῆμα· ἀλλὰ νῦν οὐκέτι. Πρῶτος μὲν γὰρ Θελαφάλασαρ δορυάλωτον ἔλαβε τῶν δέκα φυλῶν τὸ πλεῖστον· δεύτερος δὲ Σαλαμανασὰρ τὴν Σαμάρειαν καὶ τὰς περὶ αὐτὴν ἐξηνδραπόδισε πόλεις· τρίτος δὲ ὁ Σεναχηρεὶμ τὰς μὲν ἄλλας τῆς Ἰουδαίας ἐπολιόρκησε πάλεις καὶ πολλοὺς μετῴκισεν αἰχμαλώτους, ἐπιστρατεύσας δὲ τοῖς Ἰεροσολύμοις ἀλαζονικῶς τε καὶ δυσσεβῶς ἐκομίσατο δικαίως τῆς βλασφημίας τὰ ἐπίχειρα· θεηλάτῳ πληγῇ τὴν στρατιὰν ἀπολέσας, καὶ μετ´ αἰσχύνης ἀναζεύξας, ὑπὸ τῶν ἰδίων τέκνων ἀναιρεῖται. Μετὰ δὲ τοῦτον Ναβουχοδονόσορ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας Ἰωακεὶμ τοῦ υἱοῦ Ἰωσίου μετὰ δυνάμεως εἰς τὴν Ἰουδαίαν ἀφικόμενος, καὶ πολλὰ τάλαντα χρυσίου καὶ ἀργύρου λαβὼν καὶ ἐκ τοῦ βασιλικοῦ γένους αἰχμαλώτους πολλοὺς καὶ μέρος ἐκ τῶν ἱερῶν σκευῶν, ὑπέστρεψε δασμὸν ἐπιθείς. Καὶ μετ´ ὀλίγον χρόνον ὁ μὲν Ἰωακεὶμ τὸν φόρον ἠθέτησεν, ὁ δὲ Ναβουχοδονόσορ τῷ ἑνδεκάτῳ ἔτει τῆς τούτου βασιλείας, ὀγδόῳ δὲ τῆς οἰκείας ἡγεμονίας, πάλιν ἐκστρατεύει τοῖς Ἱεροσολύμοις, καὶ τὸν μὲν Ἰωακεὶμ ἀνελὼν καὶ ἀπὸ τοῦ τείχους ῥιφῆναι κελεύσας ἄταφον ἐπί τινα χρόνοον κατέλιπε, περὶ οὐ καὶ Ἰερεμίας φησί· Τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσίου βασιλέως Ἰούδα· Οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον! Οὐ μὴ κόψονται αὐτὸν, Ὢ ἀδελφέ σὐδ´ οὐ μὴ κλαύσονται αὐτὸν, οἴμοι, κύριε,","prev":{"citation":"Compendium Historiarum 1.236","label":"1.236","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.236","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.236"},"next":{"citation":"Compendium Historiarum 1.238","label":"1.238","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.238","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.238"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}