{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.255","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.255","ref":"1.255","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.255","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.255","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.255.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":374,"text":"«μεῖναι τούτου ἄμοιρον. Πολλάκις δὲ καὶ δις τῆς πόλεως ἐπήρχετο. Ἐκράτει δὲ ἔτη ιεʹ, ἀρχόμενος ἀπὸ φθινοπώρου καὶ λήγων τῇ τοῦ Κυνὸς ἐπιτολῆ. Μετεδίδοτο δὲ ἡ νόσος αὕτη ἀπό τε εἱμάτων καὶ ψιλῆς θέας. Οὐ γὰρ ἦν οἰκία ἐν ᾗ τεθνηκὼς οὐκ ἦν. Καὶ οἱ μὲν φόβῳ τοῦ μὴ μεταλαβεῖν τῆς νόσου ἀτάφους εἴων τοὺς τεθνηκότας, οἱ εὐσεβέστεροι δὲ ἀπαραφυλάκτως τοὺς νοσοῦντας θεραπεύοντες εἰς ἑαυτοὺς τὴν νόσον ἐπεσπῶντο, καὶ σὺν ἐκείνοις ἢ μετ´ ἐκείνους τὸν βίον μετήλλαττον. Ἐπὶ τούτου οἱ Σκύθαι τὸν Ἵστρον περάσαντες πᾶσαν τὴν Δύσιν καὶ Ἰταλίαν, Ἀνατολήν τε καὶ Ἀσίαν ἐπόρθησαν καὶ παρέλαβον, δίχα μόνης Ἰλίου καὶ Κυζίκου. Ἢν δὲ Βουλουσιανὸς υἱὸς Γάλλου. Καὶ ὁ μὲν Γάλλος ἐσφάγη καθεύδων ὑπὸ τῆς ἰδίας γυναικὸς, ὁ δὲ Βουλουσιανὸς Β ὑπὸ στρατιωτῶν. Δέκιος ἐβασίλευσεν ἔτη βʹ. Οὗτος πολλοὺς ἀγίους ἐτιμωρήσατο καὶ θανάτῳ παρέδωκε. Καὶ ὁ ἅγιος Κυπριανὸς καὶ ἡ ἁγία Ἰουστῖνα ἐμαρτύρησαν, καὶ οἱ ἐν Ἐφέσῳ ἑπτὰ παῖδες, καὶ πλῆθος ἁγίων πολύ. Οὗτος ἐθέσπισεν ἐν Ῥώμῃ τὰς Χριστιανὰς γυναῖκας μὴ ἐξεῖναι κατακαλύπτεσθαι τὴν κεφαλὴν, οἰόμενος διὰ τῆς νομιζομένης αἰσχύνης ταύτης εἰς εἰδωλολατρείαν ἑλκύσαι. Αἰ δὲ μᾶλλον ἀκατακάλυπτοι προήεσαν, δόξαν ἡγούμεναι τὴν ὑπὲρ Χριστοῦ δοκοῦσαν ἀτιμίαν παρὰ τοῖς ἀνθρώποις· ὅθεν ἄχρι τοῦ νῦν αἱ μὲν ἀκριβεῖς Χριστιανῶν γυναῖκες ἀκατακάλυπτοι προέρχονται, αἱ δὲ Ἰουδαῖαι καὶ ἄπιστοι κατακαλύπτονται. Ἐφ´ οὗ καὶ Βαβύλας Ἀντιοχείας, καὶ Φλαβιανὸς Ῥώμης, καὶ Ἀλέξανδρος Ἰεροσολύμων, καὶ Διονύσιος Ἀλεξανδρείας ἐμαρτύρησαν. Καὶ Νοβάτος πρεσβύτερος ὥν τῆς Ἐκκλησίας ἀπέστη, ὃς τοὺς ἐπιθύσαντας ἐν διωγμῷ μετανοοῦντας οὐκ ἐδέχετο. Ἐπὶ τούτου Ἐλκεσαῖος αἱρεσιάρχης ἐγνωρίζετο. Ἀνῃρέθη δὲ Δέκιος ὑπὸ Σκυθῶν ὑποθήκαις Υάλλου ἐν τέλματι ἀποπνιγεὶς μετὰ τοῦ ἰδίου υἱσῦ, ὡς μηδὲ τὰ σώματα αὐτων εὐρεθῆναι, ἄξιον τῆς θηριωδίας αὐτῶν τὸν θάνατον εὑράμενοι. Αἰμιλιανὸς ἐβασίλευσεν ἔτος ἕν, καὶ ἐσφάγη ἐν τῷ παλατίῳ ὑπὸ τῶν στρατιωτῶν. Οὐαλεριανὸς καὶ Γαλλιῆνος ἔτη ιεʹ. Οὗτος ὁ Οὐαλεριανὸς πόλεμον μετὰ Σαπώρου τοῦ Πέρσου ποιήσας καὶ δοριάλωτος γεγονὼς ἐν Καισαρείᾳ, ἔχων μυριάδας βʹ, ὑπὸ Σαπώρου ἐκδαρεὶς ἐτελεύτησεν. Ὁ δὲ υἱὸς αὐτοῦ Γαλλιῆνος μετὰ τοῦτον πρῶτος ἱππικὰ τάγματα κατέστησε· πεζοὶ γὰρ κατὰ τὸ πολὺ οἱ στρατιῶται τῶν Ῥωμαίων ὑπῆοχον. Ἐσφάγη δὲ καὶ αὐτὸς ὑπὸ στρατιωτῶν [Ρ. αὕθ] πλησίον Μεδιολάνων. Ἐπὶ τούτου ἤκμαζε Γρηγόριος ὁ θαυματουργὸς καὶ οἱ αἱρεσιάρχαι Ἀρτέμων καὶ Συνέπων ἐγνωρίζοντο. Κλαύδιος ἐβασίλευσεν ἔτη δύο. Οὗτος πάππος γέγονε Κωνσταντίνου τοῦ πατρὸς Κωνσταντίνου τοῦ ἀγίου καὶ μεγάλου. Ἐπὶ τούτου οἱ Σκύθαι περάσαντες καὶ τὰς πόλεις πορθήσαντες, παραλαβόντες","prev":{"citation":"Compendium Historiarum 1.254","label":"1.254","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.254","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.254"},"next":{"citation":"Compendium Historiarum 1.256","label":"1.256","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.256","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.256"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}