{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Compendium Historiarum 1.256","citation":"Georgius Cedrenus, Compendium Historiarum 1.256","ref":"1.256","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.256","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.256","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.256.md","author":{"name":"Georgius Cedrenus","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus"},"work":{"title":"Compendium Historiarum","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum","urn":"urn:cts:greekLit:tlg3018.tlg001"},"verse":false,"words":397,"text":"δὲ καὶ τὰς Ἀθήνας, συνήγαγον πάντα τὰ βιβλία, καὶ ἠβούλοντο καῦσαι, εἰ μή τις ἐξαὐτῶν κρεῖττον τῶν ἄλλων κατὰ πολὺ φρονῶν ἐκώλυσεν αὐτοὺς, εἰπὼν, ὅτι περὶ ταῦτα οἱ Ῥωμαῖοι σχολάζοντες τῶν πολέμων ἀμελοῦσιν. Οὗτος Αὐρηλιανὸν εἰς τὴν βασιλείαν προαγαγὼν τελευτᾷ. Κυντιλιανὸς ἀδελφὸς Κλαυδίου ἐβασίλευσεν ἡμέρας ζʹ. Ἐπειδὴ γὰρ ἔγνω Αὐρηλιανὸν ἐπιβῆναι μέλλοντα τῇ Ῥωμαίων ἀρχῇ, ἑαυτὸν ὑπεξάγει τοῦ βίου, τὴν φλέβα τμηθεὶς τῆς χειρὸς ὑπό τινος ἰατροῦ, μέχρις οὗ λειποψυχήσας ἀπέθανεν. Αὐρηλιανὸς ἐβασίλευσεν ἔτη ϛʹ, ἀνῃρέθη δὲ ὑπὸ στρατιωτῶν μεταξὺ Ἡρακλείας καὶ Βυζαντίου, ἐν τῷ καλουμένῳ Καινῷ φρουρίῳ, ὅπερ ἐγχωρίως Κενοφλώριον λέγεται. Εἶχε γὰρώτακουστὴν Αὐρηλιανός τινα, ὃς ἀνέφερεν αὐτῷ πάντα τὰ γινόμενα καὶ λεγόμενα Ἀπειληθεὶς οὖν ποτε παρ´ αὐτοῦ διά τινα αἰτίαν καὶ φοβηθεὶς ἐμιμήσατο τὴν χεῖρα τοῦ βασιλέως, καὶ ἐγγράφως ποιησαμένου ὀνομασίας δυναστῶν ὡς ἐπὶ θάνατον ἀχθησομένων, οὗτοι φοβηθέντες ἀνεῖλον αὐτόν. Ἐπὶ τούτου ὁ ἅγιος Χαρίτων ὡμολόγησε, καὶ Παῦλος ὁ Σαμοσατεὺς τοῦ θρόνου Ἀντιοχείας καθαιρεῖται. Ἐφ´ οὗ Μάνης ὁ μιαρὸς καὶ τρισκατ. άρατος ἀνεφύη, Χριστὸν ἑαυτὸν καὶ Πνεῦμα ἅγιον μορφαζόμενος, καὶ ἐκ πάσης αἱρέσεως εἴ τι κακὸν ἐρανιζόμενος, ἐκ Περσίδος εἰς τὴν Ῥωμαίων γῆν κατὰ Θεοῦ συγχώρησιν εἰσέφρησεν. Οὗτος οὖν ὁ μεμηνὼς Μάνης. ὁ καὶ Σκυθιανὸς λεγόμενος, Βραχμάνης ἦν τὸ γένος, διδάσκαλον δὲ ἔσχε Βούδαν τὸν πρώην καλούμενον Τερέβινθον, ὃς παιδευθεὶς ὑπὸ Σκυθιανοῦ τὰ Ἑλλήνων δοξάζοντος τὴν Ἐμπεδοκλέους ἠγάπησεν αἵρεσιν, δύο ἀρχὰς λέγοντος ἀντικειμένας ἀλλήλαις, εἰσελθὼν δὲ ἐν Περσίδι ἐκ παρθένου ἑαυτὸν ἔφασκε γεγεννῆσθαι καὶ ἐν τοῖς ὄρεσιν ἀνατραφῆναι. Καὶ συγγραψάμενος βιβλία τέσσαρα τὸ μὲν ἐπωνόμασε τῶν μυστηρίων, τὸ δὲ τὸ Εὐαγγέλιον, τὸ δὲ τῶν Θησαυρῶν, τὸ δὲ τῶν Κεφαλαίων. Καὶ ὁ μὲν Βούδας ὁ καὶ Τερέβινθος ὑπὸ πνεύματος ἀκαθάρτου συντριβεὶς ἀπώλετο, γυνὴ δέ τις παρὰ´ ἠ κατέλυσε καὶ κατετέθη. τὰ χρήματα καὶ τὰς βεβήλους βίβλους κληρονομήσασα. Οὡνεῖται παιδάριον ἐτῶν ἑπτὰ τοὔνομα Κούβρικον, ὃν καὶ διδάξασα γράμματα, καὶ ἐλευθερώσασα κληρονόμον τῶν ἑαυτῆς πάντων καθίστησιν. Ὁ δὲ λαβὼν τὰ βιβλία τοῦ Βούδα καὶ τὰ χρήματα διήρχετο τὴν Περσίδα, Μάνην ἑαυτὸν ὀνομάζων καὶ τῆς πλάνης τοῦ Πούδα συνίστωρ γενόμενος, καὶ τὰ βιβλία πονήματα Ιδια ἔλεγεν εἶναι. Ὁν ὁ βασιλεὺς Περσῶν ἐξέδειρε ζῶντα ὡς θανάτου γενόμενον τῷ υἱῷ αὐτοῦ πρόξενον· τοῦ γὰρ βασιλικοῦ παιδὸς νοσοῦντος καὶ πολλῆς ἰατρικῆς ἐπιμελείας ἀπολαύοντος, ἐπηγγείλατο Μάνης χωρὶς ἰατρείας ἀναστῆσαι τοῦτον, καὶ οὕτω τοὺς ἰατροὺς ἀποστήσας ἐθανάτωσε τὸν παῖδα ἀμελείᾳ καὶ τερατολογίᾳ, καὶ ὑπὲρ τούτου μισθὸν ἐπάξιον εἰκότως κομίζεται τὴν ἐκδορὰν τοῦ παναθλίου αὐτοῦ σώματος. Ὁ τοίνυν ἐμβρόντητος οὗτος Μάνης ἀποβαλλόμενος τὴν Παλαιὰν Διαθήκην, καὶ τὴν κτίσιν πᾶσαν καὶ τὴν τοῦ ἀνθρώπου κατασκευήν οὐκ","prev":{"citation":"Compendium Historiarum 1.255","label":"1.255","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.255","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.255"},"next":{"citation":"Compendium Historiarum 1.257","label":"1.257","url":"https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.257","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.257"},"credit":{"text":"Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc001540","quality":"ocr"}}